2
τὰς τοῦ βίου μερίμνας ἀποφεύγουσι, πρὸς δὲ τὴν θείαν ἕτοιμοι πορείαν, ὥστε τρέχειν εἰς οὐρανόν. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς, φησί. Ῥάβδον δὲ ἀνει- λήφαμεν, ᾗ στηριζόμεθα, πίστιν καὶ ἐλπίδα τὴν εἰς Χριστόν. Ἀνῆπται δὲ καὶ ἡμῖν λύχνος ταῖς ψυχαῖς, ὥσπερ ἐκείνοις ὁ σωματικός. Ψυχῶν δὲ λύχνος ἐστὶν ἡμῖν ὁ νόμος τοῦ Χριστοῦ· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Λέγει δὲ καὶ αὐτὸς ὁ Κύριος περὶ τούτων· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις ἐκδεχομένοις τὸν κύριον αὐτῶν. Ὑπόλοιπόν ἐστιν ἰδεῖν, τίνες οἱ τὸ πάσχα ἐσθίοντες. Ἐσθίει δὲ τὸ πάσχα οὐδεὶς ἀπερίτμητος, ἀλλ' εἰ καὶ ἀλλογενὴς ἐπεὶ καὶ ἀργυρώνητος, περιτέμνεται. Οὐδεὶς γὰρ Χριστοῦ μέτοχος γενέσθαι δύναται, τὰς ἀνθρωπίνας περιττότητας μὴ περιτεμνόμενος, μηδὲ καθαρθεὶς ἀπὸ τῶν σαρκικῶν μολυσμάτων, ὧν κατὰ γέννησιν τὴν ἐκ πατέρων διεδεξάμεθα.
Τούτου γὰρ ἦν τύπος ἡ σωματικὴ περιτομή. ∆ιὸ καὶ ἐλέγετο ὑπὸ τοῦ προφήτου Ἱερεμίου περιτετμῆσθαι τὴν σκληροκαρδίαν ὑμῶν. Σπεύδωμεν οὖν ἐπὶ τὴν μακαρίαν Χριστοῦ κοινωνίαν, καθαροὶ κοσμικῶν κακῶν διὰ τοῦτο γενώμεθα, ἵνα τοῖς πνευματικοῖς ἁγιασθῶμεν ἀγαθοῖς· μηδεὶς ἐπὶ κόσμον μεταστρεφόμενος, ἀλλὰ σπεύδοντες ἅπαντες εἰς ἵνα μὴ μείνωμεν ὑπὸ τὴν δουλείαν τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ἀλλ' εἰς τὴν ἐλευθερίαν μεταστῶμεν τὴν παρὰ Χριστῷ, ᾧ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.