1

 2

 3

2

κρυφίων ἐπόπτης. Γυνή εἰμι, καὶ περιφέρω πάθος αἰσχρὸν καὶ κρυπτόν· ἔχω γὰρ αἱμάτων ἀκένωτα ῥεῖθρα, καὶ κρήνας ἀνελλιπεῖς ὀχετῶν ἀκαθάρτων. Χρῄζω τοίνυν πηγῆς, ἥτις ἐστὶν αὐτὸς, ἵνα μου λάθρα καθαρίσῃ τὴν ἀσχήμονα ῥύσιν· νόμος γὰρ τὴν τοιαύτην οὐ προσίεται νόσον. Ὄχλος με τὴν ἀθλίαν ὡς μυσαρὰν ἀπωθεῖται· ἀλλ' ὁ παρὼν ἰατρὸς, τῆς φύσεως ὢν δημιουργὸς, ὃς ἀνέπλασεν ἐκ πλευρᾶς, ἀπαλλάξαι φθορᾶς οὐκ ἂν παραιτήσηται· λόγῳ γὰρ μόνῳ κελεύει, καὶ τὸ πάθος οὐ μένει· ταράττεται τῷ Πνεύματι, καὶ τὸν ᾅδην τοὺς νεκροὺς ἀναπράττει· ἐξ ὀλίγων ἄρτων ἐμπιπλᾷ χιλιάδας, νίπτεται δάκρυσι καὶ πηγάζει τὴν ἄφεσιν.

Ἀλλ' οὐδεὶς τοῦτο θαῤῥεῖ, εἰ μὴ μόνη πίστις ἀδίστακτος· ταύτην οὖν παραλαβοῦσα χειραγωγὸν κατὰ ψυχὴν πρόσειμι λαθοῦσα, καὶ σιγῇ λῃστεύω τὴν θεραπείαν ἀφῇ· κἂν μὲν λάθω, κέρδος τὸ πᾶν, οἶδα γὰρ ὅτι σωθήσομαι· εἰ δὲ μὴ λαθοῦσα εἰς μέσον κληθείην, οὐκ ἂν ἐγκληθείην διὰ θεραπείαν τολμήσασα, οὐδὲ ἀναπραχθήσομαι ἅπερ ἡ πίστις ἐσύλησεν· ἀμεταμέλητα γὰρ ὡς Θεοῦ ὑπάρχει πάντα τὰ ταύτης χαρίσματα· ὁ γὰρ εἰπὼν τῇ θαλάσσῃ. Σιώπα, πεφίμωσο, καὶ τὴν ἐμὴν ἀφανῆ ἀναστομώσει πηγήν. ∆εῦρο τοίνυν, ἡ πίστις, τὸ μέλλον κυβέρνησον, καὶ τῷ κύματι τῶν ὄχλων συντόμως διάκοψον, ἵνα μου τὸ σαθρὸν σκάφος τοῦ σώματος εἰς τὸν γαληνὸν ἐκεῖνον προσορμίσω λιμένα· δύναται γὰρ ἡ ῥανὶς τῆς αὐτοῦ βοηθείας τὸν ἐν ἐμοὶ τῶν αἱμάτων ἀκαμάτως ἀποπνίξαι βυθόν· οὕτω δὲ ταῦτα βουλευσαμένη καλῶς τοῖς ἀτολμήτοις ἐπιτολμᾷ, καὶ οὔτε χρόνον δέδιεν, οὐ πενίαν λογίζεται, οὐ πλῆθος ἀριθμεῖ· πάντα δὲ ταῦτα διὰ τῆς πίστεως, μᾶλλον δὲ μετὰ τῆς πίστεως ὑπερπηδήσασα, λάθρα τοῦ ∆εσποτικοῦ χιτῶνος ἁψαμένη, τῆς ἰάσεως τὸ κέρδος εὐκαίρως ἐσύλησε, τὴν πρὸς αὐτὸν ἕνωσιν ἀπαλλαγὴν εἶναι τοῦ πάθους πιστεύσασα· ὄντως ἀπαλλαγήν· ἰάθη γὰρ Εὐθέως ἀπὸ τῆς μάστιγος.

∆ώδεκα γὰρ ἔτη τῇ 64.20 νόσῳ πυκτεύουσα καθ' ἡμέραν καὶ κατ' ἔτος, τὴν ζωὴν ὑπέκλεπτε, σφαττομένη πάντοτε, καὶ τέως μὴ θνήσκουσα· πρῶτος γὰρ ἐνιαυτὸς, καί τινων ὀδυνῶν καὶ πόνων εἰς αἴσθησιν ἤρχετο· δεύτερον ἔτος ἦν, καὶ πόλεως τῆς ἀφανοῦς ταύτης ἐθορύβει τὰ κρύφια· τρίτος παρῆν ἐνιαυτὸς, καὶ τῇ τῶν νεύρων καὶ φλεβῶν ὀγκώσει συνείχετο· τέταρτον ὑπῆρχεν ἔτος, καὶ πηγή τις ἐξ αὐτῆς αἱμάτων προήρχετο· πέμπτος ἐνιαυτὸς, καὶ πανταχόθεν ἰατροὶ συνέτρεχον, μέλη παραγυμνοῦντες ἃ μὴ θέμις ὁρᾶσθαι τοῖς ἄῤῥεσιν· ἕκτον ἔτος ἠνύετο, καὶ εἰς πλέον τὸ δεινὸν ἐπετείνετο· ἕβδομος ἐνιαυτὸς, καὶ πλούτου τοσούτου κενουμένου ἡ τῶν αἱμάτων φθορὰ ἀνεξάντλητος ἔμενεν· ὄγδοον ἔτος ἐπέστη, καὶ τὴν ἧτταν ὡμολόγουν οἱ ἰατρεύοντες· ἔννατος ἦν ἐνιαυτὸς, καὶ ταύτην παντελῶς ἀπεγνωσμένην καταλείποντες ἀπῄεσαν· δέκατον ἔτος ἤγγισεν, καὶ ἦν ἡ γυνὴ οὐσίας καὶ ὑγείας καθάπαξ ἀπερίστατος· ἑνδέκατος ἐνιαυτὸς, καὶ βοηθὸς οὐδεὶς τῇ κατωδύνῳ παρίστατο· δωδέκατον ἔτος ἠριθμεῖτο, καὶ παρῆν ὁ τῶν ψυχῶν ἰατρὸς ἐν τῇ ἐσχάτῃ ὥρᾳ, ἁφῇ καὶ λόγῳ καὶ πίστει τὰς νόσους ἰώμενος. Τούτῳ συντυχοῦσα, καὶ τὸ μέλλον πιστεύσασα, ἔλαβεν ὅπερ ἤθελεν· ἀλλ' ἔτρεμεν εἰδυῖα ὅτιπερ οὐκ ἔλαθεν. Τί γάρ φησιν ὁ Σωτήρ; Τίς ὁ ἁψάμενός μου; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ. Οὐκ εἶπε, Τίς ἡ ἁψαμένη μου; ἵνα μή πως οἱ παρόντες εἰς ἀμφίβολον ζήτησιν γυναίου ἑαυτοὺς ἀπασχολήσωσιν· ἀλλ' εἶπε, Τίς ὁ ἁψάμενός μου, ἐν μετεώρῳ καταλείπων τὴν φωνὴν, ἵνα ἕκαστος ἀκούων, ἀνδρὸς εἶναι νομίσῃ τὴν τοιαύτην ἐπιχείρησιν· Τίς ὁ ἁψάμενός μου; ἐγὼ γὰρ δύναμιν ἔγνων ἐξελθοῦσαν ἀπ' ἐμοῦ. Τί λέγεις, ὦ ∆έσποτα; εἰς τὸ συλᾶσθαι τὰ σὰ παραγέγονας; εἰς ἁρπαγὴν θέλων τοῖς πιστοῖς τὴν βασιλείαν προέθηκας; καὶ πῶς ἐρωτᾷς ὃ οἶδας, καὶ ζητεῖς ὃ οὐκ ἀγνοεῖς; Εἰ μὴ θέλων ἐκλάπης τὴν ἐξελθοῦσαν δύναμιν, ὤφειλες ἐπισχεῖν· εἰ δὲ βουληθεὶς ἐσυλήθης, τί δυσχεραίνεις διδοὺς ἅπερ ἡ πίστις παρὰ σοῦ λαμβάνειν βιάζεται;