2
ἀναίσθητον, ἀλλ' αἰσθητὴν, οὐκ ἄψυχον, ἀλλὰ ψυχικήν. Καὶ μακάριος ἐγὼ ποταπῆς γῆς γεωργὸς ἐκληρώθην· τότε γὰρ μακάριός εἰμι, ὅταν λαλῶ εἰς ὦτα ἀκουόντων. Καὶ πάλιν λέγει· Παρακοὴ θάνατον κατεργάζεται. Μακάριος οὖν ἐγώ· μακάριοι καὶ ὑμεῖς. Καὶ γὰρ Ἰησοῦς ἐν τῷ Εὐαγγελίῳ λέγει τοῖς μαθηταῖς· Μακάριοί ἐστε, ἐὰν τὸν ἐμὸν λόγον τηρήσετε.
Συντείναντες οὖν ἑαυτοὺς προσέχετε τοῖς λεγομένοις. Βούλομαι δὲ ὑμῖν ἐν ὑποδείγμασι δεῖξαι τί ἐστι Θεός· λόγῳ χρησάμενος λέγω· Ἔοικεν ὁ Θεὸς ἀνδρὶ καθημένῳ ἐπὶ σκοπέλῳ, καὶ θεωροῦντι πᾶσαν τὴν θάλασσαν, πλοῖα δὲ βαδίζοντα ἐν αὐτῇ, τὴν δὲ ἐπίσαλον οὖσαν, τρικυμίαις δὲ ἐγείρουσαν ἑαυτὴν, διὰ τὸ σφοδροὺς ἐν αὐτῇ πνεῖν ἀνέ 50.818 μους· ἄριστος δέ τις κυβερνήτης φιλονεικῶν τοῖς κύμασιν ἐπ' εὔδιον λιμένα τὸ σκάφος ὁρμίσαι, διὰ τὸ ὀψίαν αὐτοὺς καταλαμβάνειν, δεδοικὼς μήποτε ὑποβρύχιον γένηται τὸ πλοῖον, ἄλλων πλοίων τὴν ὀρθὴν ὁδὸν βαδιζόντων, ἑτέρων δὲ τῇ ῥύμῃ τῶν ἀνέμων ὑποβρυχίων γενομένων καὶ διαλυθέντων, τεθνηκότων δέ τινων, τινῶν δὲ περιγενομένων, καὶ ἐπιλαβομένων οἰκτροῦ τινος πηδαλίου, καὶ ταῖς τρικυμίαις ἐπὶ τὴν στερεὰν ἐξελκομένων, καὶ τῶν ἤδη τεθνηκότων τὰ σώματα ἐξεῤῥιμμένα. Ταῦτα δὲ πάντα θεωρεῖ ὁ καθήμενος ἐπὶ τῷ σκοπέλῳ· οὗτός ἐστιν ὁ Θεός· καὶ καθὼς προλαβὼν εἶπον, ὅτι λόγῳ χρησάμενος λέγω. Ὅταν δὲ εἴπω Θεὸν καθήμενον ἐν ὑψηλοῖς, μὴ νόμιζε αὐτὸν ἐν τοῖς ὑψηλοῖς εἶναι μόνον, ἀλλὰ καὶ πανταχοῦ. Οὐ γὰρ τόπου διάστασιν ἔχει, αὐτὸς ἑαυτοῦ τόπος ὢν, αὐτὸς τὰ πάντα χωρῶν, χωρεῖ δὲ αὐτὸν οὐδέν. Τί γὰρ δύναται χωρῆσαι τὴν ἀσώματον φύσιν καὶ ἄϋλον καὶ ἀπέραντον καὶ ἀνεξιχνίαστον, καὶ ἀνώλεθρον καὶ ἄφθαρτον καὶ ἀκατάληπτον; παρὰ γὰρ τοῖς εὐσεβοῦσιν οὕτω δεῖ νοεῖν Θεόν. Αὕτη γὰρ ἡμῶν ἡ ἐλπὶς, καθὼς γέγραπται· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
Ἐντεῦθεν ἡμῶν ἐπιλαμβάνονται οἱ αἱρετικοὶ, οἱ ὄντες ἀγνώμονες, οἱ ἀναγινώσκοντες, καὶ μὴ ἐπιγινώσκοντες· Χριστὸν δὲ σὺ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίζου μόνον, μήτε τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον, καὶ τὸν Θεὸν Λόγον καὶ τὴν ἔνσαρκον οἰκονομίαν. Ἐπεὶ οἶδα Χριστὸν πεινάσαντα, καὶ οἶδα Χριστὸν ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων θρέψαντα πεντακισχιλίους χωρὶς γυναικῶν καὶ παιδίων· οἶδα Χριστὸν διψήσαντα, καὶ οἶδα Χριστὸν τὸ ὕδωρ εἰς οἶνον μεταβαλόντα· οἶδα Χριστὸν πλεύσαντα, καὶ οἶδα Χριστὸν ἐπὶ τῶν ὑδάτων περιπατήσαντα· οἶδα Χριστὸν ἀποθανόντα, καὶ οἶδα Χριστὸν νεκροὺς ἐγείραντα· οἶδα Χριστὸν Πιλάτῳ παρεστῶτα, καὶ οἶδα Χριστὸν τῷ Πατρὶ συγκαθεζόμενον· οἶδα Χριστὸν ὑπὸ Ἰουδαίων ἐμπτυόμενον, καὶ οἶδα Χριστὸν ὑπὸ ἀγγέλων προσκυνούμενον· καὶ τὸ μὲν ἐπάγω τῇ θεότητι, τὸ δὲ τῇ ἀνθρωπότητι. ∆ιὰ γὰρ τοῦτο συναμφότερον εἴρηται, ἐπεὶ οἶδα Χριστὸν ἐκ Μαρίας γεννηθέντα, καὶ οἶδα Χριστὸν πρὸ τῶν αἰώνων ὄντα.
∆οξάσωμεν μὲν οὖν Ἰησοῦν τὸν Χριστὸν, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὸν θεμέλιον τὸν ἐπὶ τὴν πέτραν τεθεμελιωμένον. Αὐτὸς λέγει τῷ Πέτρῳ· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ὁμοίως δὲ καὶ Παῦλος λέγει· Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Παρακαλῶ οὖν ὑμᾶς ἵνα πάσῃ πραότητι προσέχωμεν ἀλλήλοις, Ἐν μὲν γὰρ τῷ παρόντι βίῳ βρώσει καὶ πόσει καὶ ποικίλαις ἡδοναῖς δελεαζόμεθα, ἐν δὲ τῷ μέλλοντι, κρίσις καὶ δίκη. Μὴ δώσωμεν οὖν τόπον τῷ διαβόλῳ. Οὐ γὰρ ἡμῖν ἐστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Σπεύσωμεν οὖν φυγεῖν τὴν αἰώνιον κόλασιν. Οὐ γὰρ ἐποίησεν ὁ Θεὸς τὴν κόλασιν, ἵνα ἡμᾶς ἐμβάλῃ, ἀλλ' ἵνα ἐμπεσόντα σε ἐκβάλῃ· τοιοῦτον γὰρ ἔχομεν φιλάνθρωπον Θεὸν καὶ ἐλεήμονα. Μαρτυρεῖ γὰρ ∆αυῒδ λέγων· Ὁ Θεὸς κριτὴς