1

 2

 3

2

οὖν Φαρισαίους καὶ Σαδδουκαίους τὰ τοῦ νόμου κεφάλαια βαπτίζειν οὐκ ἔφριξεν; Ὡς πολιτείας ἐργάτην ὑψηλῆς κατεπλάγη, καὶ τίς ἂν ὑψηλότερον ἐπιδείξαιτο βίον τοῦ βοτανῶν ἀκρίδας ἐσθίοντος καὶ συζῶντος ἐρήμοις; Ἀλλ' οὐδὲ τὰ φαινόμενα τούτῳ τῶν Ἰωάννου σεμνότερα· ἐσθὴς ἥμερος τούτῳ, τρίχινος δὲ τῷ Ἰωάννῃ χιτών· πρόσωπον τούτῳ σκληραγωγίας ἐλεύθερον, αὐχμηρὰ δὲ τῷ Ἰωάννῃ ἡ μορφή. Πόθεν οὖν ἡ τούτου τούτῳ φοβερὰ παρουσία;

7 Ταῦτα τούτων πρὸς τούτους κἀκείνων πρὸς ἐκείνους καὶ ἄλλων πρὸς ἄλλους ἐκπληττομένων, ἐνδίδωσι βιασθεὶς ὁ Ἰωάννης. Ἡ βία δὲ καὶ τοῦ τοῖς δήμοις ἀπόρου τὴν ἀπορίαν διέλυεν. Ἐμάνθανον γὰρ διὰ τῶν ἐν τῷ βαπτίσματι ῥηθέντων ὁ βαπτισθεὶς ποταπός. Καὶ διαβόλῳ λέγειν οὐ συνεχώρει· ∆ίκαιος μὲν ἐφάνη καὶ πράξεων μὲν καθαρὸς ἀκαθάρτων, ἀλλ' ὑπερήφανος ἄκρος. Τῇ γὰρ προσούσῃ δικαιοσύνῃ θαρρῶν, περιτομῆς οὐκ ἐπλήρωσε νόμον, θυσιῶν οὐ προσήγαγε δῶρα, τὴν εἰς τὸν ναὸν διέπτυσεν ἄφιξιν, μωσαϊκῶν οὐκ ἐφήψατο βίβλων, τὸ παρὰ Ἰωάννου παρεπέμψατο βάπτισμα.

8 ∆ιὰ τοῦτο περιτόμῃ συγκατέβαινε, θυσίας προσῆγε, διαλέξεις ἐν τῷ ναῷ συνεκρότει, μωσαϊκὰς ὑπὸ ταῖς πάντων ἀκοαῖς ἀνεγίνωσκε βίβλους, τοῦ παρὰ Ἰωάννου πᾶσιν ἐκοινώνει βαπτίσματος, νίπτων τὰ ὕδατα μᾶλλον ἢ παρ' ἐκείνων νιπτόμενος. Ἔφερε δὲ ὅμως τῆς χρείας τὸ πρόσχημα, ὥστε μηδὲν αὐτῷ τῶν ἀνθρωπίνων παραλελεῖφθαι δικαίων. Ἐπειδῂ γὰρ ὑπὲρ τῆς φύσεως ἐπολιτεύσατο πάσης, ὅλην φυλακὴν τῶν ἐντολῶν χρεωστούσης, ἔρχεται διὰ πάσης ἐπιμελῶς ἐντολῆς, ἵνα μηδὲν τῶν τῆς φύσεως ἀναπόδοτον ὑπολείπηται χρέος καὶ πάλιν καταλείπῃ τιμωρίας τὴν φύσιν χρεώστριαν.

9 Καὶ ταῦτα διδάσκων τὸν βαπτιστὴν ὁ δεσπότης ἐβόα· Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι· ἄωρόν μοι νῦν δοξολογίαν προσφέρεις· οὐκ ἐν καιρῷ μοι γυμνοῖς τὸ ἀξίωμα ἐκλαχισ... τῷ διαβόλῳ μὴ θέλω τὸ τῆς θεότητός μοι κεκρυμμένον μυστήριον. Οὐκ ἐᾷς αὐτὸν ὡς ἑνί μοι τῶν ἐξ Ἀδὰμ προσελθόντα παρὰ τῆς συνημμένης μοι σοφῶς καταρραγῆναι θεότητος, φυγαδεύεις τὴν θήραν.

10 Ἄφες ἄρτι· ἔσται μου τῆς δοξολογίας καιρός· ἥξει τῆς εἰς ἐμὲ θεολογίας ὁ χρόνος. Νῦν δὲ πρέπον ἐστὶν ἡμῖν πᾶσαν πληρῶσαι δικαιοσύνην. Πρόσωπον νῦν τῆς τῶν ἀνθρώπων ἀνα δέδειγμαι φύσεως. Ὑπὲρ τοῦ καταχρέου πολιτεύομαι γένους· ἀποδοῦναι τὰ παρ' ἐκείνων ἦλθον χρεωστούμενα τέως, οὐκ ἀπολαβεῖν νῦν τὰ τῇ θεότητί μοι παρ' αὐτῶν χρεωστούμενα. Ἀμνὸς τοῖς τῶν ἀνθρώπων ἐπεδήμησα γένεσι, θυσία κατὰ τὸ φαινόμενον μετὰ μικρὸν θυομένη. Ἀνθρωπίνης μοι νῦν ὁ καιρὸς πολιτείας, οὐ τῆς θείας εἰς ἐμαυτὸν λατρείας ἀπαίτησις. Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.

11 Καὶ ἦν ἰδεῖν εὐθέως θεωρίαν φρικώδη. Ἔψαυε μὲν τῆς τοῦ δεσπότου κεφαλῆς Ἰωάννης σὺν τρόμῳ. Ἄνωθεν τῶν οὐρανῶν ἀνοιχθέντων κατεσκόπουν τὸ γινόμενον ἄγγελοι, Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τὴν τοῦ δεσπότου κεφαλὴν προσφοιτῶσα τὴν Ἰωάννου δεξιὰν παρωθεῖτο. Ἑστήκει δὲ τὸ πλῆθος ἀποροῦν ἐπὶ πλεῖον καὶ τό· Τίς ἐστιν οὗτος ὑπ' ὀδόντας λαλοῦντες. Εἶτα ὥσπερ ἀποκρινόμενον τὸ θεῖον τοῖς πλήθεσι· Τίς ἐστιν οὗτος μετ' ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.

12 Ἐπελάθεσθε τοῦ κόπου καὶ πρὸς τὸν δεσποτικὸν μετεχαλκεύθητε πόθον καὶ τὰ τοῦ Παύλου μικρὸν ἐνηλλαγμένως βοᾶτε· Κάμνω, οὐκέτι ἐγώ, ἰσχύει δὲ ἐν ἐμοὶ Χριστός. Ἀλλ' ἐπὶ τὴν δεσποτικὴν φωνὴν ἀναδράμωμεν· Τίς ἐστιν οὗτος μετ' ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα. Βοᾷ τὴν εἰς τὸν υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν ἵνα μάθωμεν τὴν τοῦ κτίστου περὶ τὸν κόσμον