2
ἀτακτοῦντας, ωσπερ ἰατρὸς ἀτακτοῦσι βοήσει·Εχοντες διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. ∆ιατροφὴν, οὐ τρυφήν· διατροφὴν, οὐ τὴν ἐκ μέθης ἀνατροπήν.
Τρυφή ποτε τὸν ̓Ισραὴλ εἰς εἰδωλικὴν διήγειρεν ορχησιν· ἡ γὰρ μέθη τὸν νοῦν ᾐχμαλώτευσεν· ̓Εκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τὴν τῆς χρείας τοίνυν τηρῶμεν αὐτάρκειαν· τροφῇ θεραπευέσθω τὸ σῶμα· ἀνέσεως παραμυθίαν ζητοῦντες, ἐμφορήσεως μὴ κλασθῶμεν φορτίῳ· μεμετρημένης ἐξουσιάζωμεν βρώσεως· ἐκκλίνωμεν τὴν τῆς μέθης ἀσχημοσύνην, καὶ κίνδυνον οὐχ εξομεν· πειθώμεθα παραινοῦντι τῷ Παύλῳ· Μὴ μεθύσκεσθαι οινῳ, ἐν ῳ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθαι ἐν Πνεύματι ἁγίῳ· ῳ ἡ δόξα εἰς τοὺς αἰῶνας. ̓Αμήν