1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

2

υἱοὺς καὶ δύο κατατέμνουσι πρόσωπα διὰ τὸ ταὐτὸν ὑποτοπάσαι τῇ φύσει καὶ τὴν ὑπόστασιν, ∆ιόσκορός τε καὶ Σεύηρος καὶ ἡ τούτων πολυκέφαλος καὶ διὰ τοῦτο ἀκέφαλος ὕδρα μίαν ὑπόστασιν θέμενοι μίαν καὶ τὴν φύσιν ὡρίσαντο μὴ εἰδότες «μηδὲ ἃ λέγουσι μηδὲ περὶ τίνων διαβεβαιοῦνται»· μίαν γὰρ καὶ οὗτοι περὶ τὴν φύσιν καὶ τὴν ὑπόστασιν τὴν δόξαν ἐνόησαν καὶ οὐ μέχρι τούτου τὴν ἀσέβειαν ἔστησαν, ἀλλὰ καὶ ἐπὶ τῆς ἁγίας καὶ ὑπερθέου τριάδος τρεῖς μὲν μερικὰς οὐσίας καὶ φύσεις ἐδόξασαν, μίαν δὲ κοινὴν θεωρίᾳ, οὐκ οἶδ' ὅπως, εἶναι δοκοῦσαν καὶ ἀνυπόστατον, οὐκ εἰδότες οἱ γεννάδαι καὶ δῆθεν σοφοί, ὡς οὐ παντάπασι χρὴ τοὺς εὐσεβείας ἀντεχομένους τῶν ἔξω σοφῶν τοῖς δόγμασιν ἕπεσθαι, δοκίμους δὲ τραπεζίτας γίνεσθαι ἐπιγινώσκειν τε τῆς ἀληθείας τὸ χάραγμα καὶ διακρίνειν τοῦ κιβδήλου τὸ δόκιμον. 3 Ἀλλ' οὐχ οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι, τῆς ἀληθείας οἱ κήρυκες, ἀλλὰ τῷ θείῳ νόμῳ ἑπόμενοι καὶ τῷ τῆς θείας γνώσεως φωτὶ ὁδηγούμενοι οὐκ ἐσοφίσαντο περιττὰ οὐδὲ πέρα τοῦ πρέποντος γεγόνασι δίκαιοι, μέσην δὲ καὶ βασιλικὴν διανύσαντες τρίβον οὐ πρὸς τὸ εὐώνυμον ἐνέκλιναν, οὐ πρὸς τὸ δοκοῦν δεξιὸν ἀπηνέχθησαν, οὐ διαστροφῇ τὴν διαστροφὴν διωρθώσαντο, ἀλλ' ἐν μεταιχμίῳ τῶν κακιῶν ἐν τοῖς ὅροις τῆς ἀληθείας ἱστάμενοι καὶ τὴν ἐφ' ἑκάτερα ῥοπὴν ἀποκλίναντες μίαν μὲν οὐσίαν ἐπὶ τῆς ἁγίας τριάδος, τρεῖς δὲ τὰς ὑποστάσεις πρὸς αὐτῆς μυηθέντες ἐμυσταγώγησαν. «Ἔμπαλιν» δέ, ὥς φησιν ὁ θεορρήμων Γρηγόριος, ἐπὶ τῆς σωτηρίου οἰκονομίας δύο μὲν τὰς οὐσίας εἴτ' οὖν φύσεις, μίαν δὲ τὴν ὑπόστασιν εἴτ' οὖν πρόσωπον, καὶ ταὐτὸν μὲν οὐσίαν καὶ φύσιν ὡρίσαντο, ταὐτὸν δὲ πάλιν ὑπόστασίν τε καὶ πρόσωπον, πλείστην δὲ ὅσην τὴν διαφορὰν οὐσίας καὶ φύσεως πρὸς πρόσωπον καὶ ὑπόστασιν, ὅσην τὸ κοινὸν ἔχει πρὸς τὸ καθ' ἕκαστον. 4 Πρῶτον οὖν, εἰ δοκεῖ, περὶ φύσεώς τε καὶ ὑποστάσεως διερευνήσαντες καὶ ἑκάστου μαθόντες τὸ σημαινόμενον οὕτως, εἰ δύο φύσεις ἐπὶ Χριστοῦ χρὴ λέγειν ἢ μίαν, ἀριδήλως εἰσόμεθα. Ἔστω δὲ προδιωρισμένος καὶ ὁ σκοπός, μὴ ἔριδι τὴν ἀλήθειαν ἐξοστρακίζειν, πόθῳ δὲ ταύτην ἰχνηλατεῖν· οὕτω γὰρ οἶδε τοῖς ζητοῦσιν εὑρίσκεσθαι. «Ἐγγίσατε γάρ μοι», φησί, «καὶ ἐγγιῶ ὑμῖν», καὶ «ὅπου συναχθῶσι δύο ἢ τρεῖς ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν», ἀλλὰ καὶ «αἰτεῖτε καὶ οὐ δοθήσεται ὑμῖν, διότι κακῶς αἰτεῖτε», καὶ «ὅπου ἔρις καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;», καὶ «οὐ δύνασθε πιστεύειν εἰς ἐμὲ δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.» 5 Ἀλλ' ἐντεῦθεν τοῦ λόγου ἀρξόμεθα. Φησὶν ὁ θεοφόρος Βασίλειος πρὸς Ἀμφιλόχιον γράφων· «Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ' ἕκαστον», καὶ μεθ' ἕτερα· «Τὸ μὲν τῆς οὐσίας ὄνομα ἀόριστον ἡμῖν τινα παρίστησιν ἔννοιαν μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσαν, τὸ δὲ τῆς ὑποστάσεως τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινι πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παρίστησί τε καὶ περιγράφει.» Τίς οὐκ ἐπιγνώσεται τῆς ἀληθείας ἐχόμενος, ὅση διαφορὰ φύσεως πρὸς ὑπόστασιν; Εἰ γὰρ ταὐτὸν ἡ οὐσία καὶ ἡ ὑπόστασις, μιᾶς δὲ οὐσίας ὁ υἱὸς τῷ πατρί, μιᾶς ἔσται καὶ ὑποστάσεως, ἢ ἑτέρας τελῶν ὑποστάσεως, ἑτέρας ἔσται καὶ φύσεως· καὶ ὥσπερ ἐστὶν ὁμοούσιος, ἔσται καὶ ὁμοϋπόστατος, ἢ ὡς ἔστιν ἑτεροϋπόστατος, ἔσται κατὰ τὴν εὔλογον ἀντιστροφὴν καὶ ἑτεροούσιος. Ὁμοίως καὶ ἐπὶ τῆς ἀνθρωπότητος· εἰ τὸ ὑφεστὸς ὑπόστασίς ἐστιν, ὑφέστηκε δὲ ἡ ἀνθρωπίνη φύσις ὑπόστασις, καὶ ὥσπερ πᾶσα ἡ ἀνθρωπότης μία φύσις ἐστὶν ἀδιαίρετος, οὕτως ἔσται καὶ μία ὑπόστασις ἀδιαίρετος. 6 Εἰ δέ φατε, ὡς ἕτερος λόγος ἐπὶ τῆς ἁγίας θεότητος καὶ ἄλλος ἐπὶ τῆς δι' ἡμᾶς