1

 2

 3

2

Γεγόναμεν δὲ αὐτοῦ σύσσωμοι τῇ μετοχῇ τῆς σαρκὸς αὐτοῦ καὶ τοῦ αἵματος αὐτοῦ· «Λαβὼν γὰρ ἄρτον καὶ ποτήριον ἐξ οἴνου καὶ ὕδατος, ηὐχαρίστησε καὶ ηὐλόγησε, καὶ εἶπε· Τοῦτό μού ἐστι τὸ σῶμα.» Καὶ ἀντὶ τῆς φυσικῆς οἰκονομίας, ὁ ἄρτος καὶ ὁ οἶνος σὺν ὕδατι διὰ τοῦ λόγου αὐτοῦ γέγονε σῶμα καὶ αἷμα αὐτοῦ. Ὥσπερ ἦν τὸ σῶμα αὐτοῦ πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως φθαρτὸν, κλώμενον, ἐσθιόμενον καὶ πινόμενον, ἀδιάφθορον μέντοι· ἐπεὶ τίνος ἕνεκεν οὐ μετὰ τὴν ἀνάστασιν τοῦτο πεποίηκεν, ἀλλὰ πρὸ τῆς ἀναστάσεως; Ὅτι τὸ διὰ τῆς ἀναστάσεως ἄφθαρτον σῶμα οὐ κλᾶται, οὔτε ἐσθίεται, οὔτε πίνεται· οὔτε αἷμα τὸ ἄφθαρτον κέκτηται σῶμα, ἀλλ' οὔτε σὰρξ ἂν δικαίως ὀνομάζοιτο, καθώς φησιν ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἐν τῷ εἰς βάπτισμα λόγῳ· «Πίστευε Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἥξειν πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας κρῖναι ζῶντας καὶ νεκρούς· οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς οἶδεν αὐτὸς λόγους, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος.» Καὶ τοῦτο τοίνυν ὃ μεταλαμβάνομεν σῶμα καὶ αἷμα τοῦ Θεοῦ ἡμῶν φθαρτόν ἐστι, κλώμενον καὶ ἐκχεόμενον, ἐσθιόμενον, καὶ πινόμενον· καὶ ὥσπερ ἡ ἔπαυξις τοῦ ἡμετέρου σώματος, πᾶσαν πληροῖ φυσικὴν οἰκονομίαν τῆς ἐξ ἀρχῆς συστάσεως τοῦ σώματος ἡμῶν· οὕτω καὶ ἡ τελετὴ τῶν ἁγίων μυστηρίων πᾶσαν πληροῖ τὴν πνευματικὴν καὶ ὑπερφυῆ οἰκονομίαν τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως. γʹ. Ἐφ' ἡμῶν γὰρ ἡ σπορὰ τοῦ Πατρὸς ἀρχή τίς ἐστι τῆς τοῦ σώματος τοῦ βρέφους συστάσεως· χορηγεῖται δὲ τροφὴ ἐκ τῶν τῆς μητρὸς αἱμάτων καὶ γίνεται μεταβολὴ τοῦ ὑποκειμένου ὑλικοῦ εἰς ὀργανικὸν σῶμα, κατὰ τὴν δοθεῖσαν τῇ φύσει δύναμιν παρὰ τοῦ ∆ημιουργοῦ τῆς φύσεως ἡμῶν καὶ δυνάμεως, καὶ οὕτω σὰρξ καὶ αἷμα, καὶ ὀστέα, καὶ τὰ λοιπὰ τῶν μελῶν συνίσταται δι' ἑλκτικῆς καὶ καθεκτικῆς καὶ ἀλλοιωτικῆς, ἤτοι θρεπτικῆς δυνάμεως· ὁμοίως καὶ ἡ διὰ τῆς βρώσεως τοῦ σώματος προσθήκη, διὰ τῆς θρεπτικῆς ἤτοι ἑλκτικῆς, καὶ καθεκτικῆς, καὶ ἀλλοιωτικῆς δυνάμεως τὴν αὔξησιν ποιεῖται τοῦ σώματος. Ἔδει οὖν καὶ ἐν τῇ ἐπαυξήσει τοῦ Κυριακοῦ σώματος θεωρῆσαι πᾶσαν τὴν θείαν οἰκονομίαν τῆς αὐτοῦ σαρκώσεως, καὶ σταυρώσεως, καὶ ταφῆς, καὶ ἀναστάσεως, καὶ ἀφθαρσίας. Οὐ γὰρ ἐξ ἀρχῆς τὸ τοῦ Κυρίου σῶμα ἄφθαρτον γέγονεν, ἀλλὰ φθαρτὸν καὶ παθητὸν ἕως τῆς ἀναστάσεως, μετὰ δὲ τὴν ταφὴν γέγονεν ἄφθαρτον, διὰ τῆς θείας δυνάμεως ἀναστῆσαν ἐκ νεκρῶν καὶ συναφθαρτίσαν ἡμᾶς. δʹ. Πῶς οὖν γέγονεν; Ἐκεῖ ἦν ἡ ἁγία Παρθένος ἡ τράπεζα, ἔχουσα τὴν ὕλην τοῦ σώματος· εἶτα κατὰ τὴν τοῦ ἀγγέλου φωνὴν Πνεῦμα ἅγιον ἐπῆλθεν ἐπ' αὐτήν. Τότε ἡ δύναμις τοῦ Ὑψίστου αὐτῇ ἐπεσκίασεν, ὁ θεῖος Λόγος, ἡ θεία ὑπόστασις, καὶ προσελάβετο ἐξ αὐτῆς σάρκα· καὶ ὧδε κεῖται, ὡς ἐν γαστρὶ τῆς Παρθένου, ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ὕλη ὁ ἄρτος καὶ τὸ ἐξ οἴνου καὶ ὕδατος κρᾶμα. Καὶ γὰρ ἡ μήτηρ ἐκ τούτων ἐτρέφετο, καὶ τῷ βρέφει ἐχορήγει τὴν τοῦ σώματος ὕλην. Φησὶν ὁ ἱερεὺς, ὡς ὁ ἄγγελος, «Ἵνα ἐπιφοιτῆσαν Πνεῦμα τὸ ἅγιον ἁγιάσῃ καὶ ποιήσῃ, τὸν μὲν ἄρτον τοῦτον σῶμα ἅγιον Χριστοῦ, καὶ τὸ ποτήριον τοῦτο αἷμα τίμιον Χριστοῦ·» καὶ οὐ διὰ φυσικῆς οἰκονομίας, ἀλλ' ὑπερφυοῦς γίνεται εἰς ἐπαύξησιν τοῦ Κυριακοῦ σώματος καὶ αἵματος ἓν σῶμα, καὶ οὐ δύο. εʹ. Εἶτα ὑψοῦται ἐν ταῖς χερσὶ τοῦ ἱερέως ὡς ἐπὶ σταυροῦ, καὶ διαδίδοται κλώμενον, καὶ οὕτως ἐν ἡμῖν θάπτεται, καὶ συναφθαρτίζει ἡμᾶς. Τοῦτο γάρ ἐστι τὸ πέρας τῆς οἰκονομίας. Οὐ διαφθείρεται ἐν ἡμῖν, ὡς οὐ διεφθάρη τὸ τοῦ Κυρίου σῶμα ἐν τῷ τάφῳ. Ἕως δὲ τῆς ἡμῶν μεταλήψεως πάντα τῆς φθορᾶς ὑπομένει. Καὶ κλᾶται ὑφ' ἡμῶν τιμίως καὶ πιστῶς, καὶ ὑπὸ ἀνόμων χειρῶν πολλάκις ἀτιμάζεταί τε καὶ ῥίπτεται, καὶ ὑπὸ μυῶν καὶ σκωλήκων· ἀλλ' οὐ διαφθείρεται, οὐδὲ χωρεῖ εἰς τὸ μὴ εἶναι. Συνάγεται γὰρ ἀοράτως εἰς ἓν σῶμα. Καὶ γὰρ καὶ ὁ Κύριος περιετμήθη, καὶ ἐπὶ σταυροῦ