1

 2

 3

2

νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητόν. γʹ. Ἐρώτ. Ὁσαχῶς ὁ Θεός; Ἀπόκρ. Θεὸςὁ Πατήρ· Θεὸς ὁ Υἱός· Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἡ μακαρία φύσις, ἡ ἄφθονος ἀγαθότης· τὸ ἀγαπητὸν πᾶσι τοῖς τοῦ λόγου μετειληφόσι, τὸ πολυπόθητον κάλλος, ἡ ἀρχὴ τῶν ὄντων, ἡ πηγὴ τῆς ζωῆς, ἡ ἀπρόσιτος σοφία, ἡ ἄτρεπτος φύσις, ἡ ἀνενόχλητος ζωὴ, ἡ ἄλυπος διαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός. δʹ· Ὁμολογοῦμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, σαρκωθῆναί τε καὶ ἐνανθρωπῆσαι ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς ἁγίας ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Θεὸν τέλειον τὸν αὐτὸν, καὶ ἄνθρωπον τέλειον, ἕνα καὶ μόνον Υἱὸν, καὶ πρὸ τῆς σαρκώσεως, καὶ μετὰ τὴν σάρκωσιν· ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, κατὰ πάντα ὅμοιον ἡμῖν, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, χωρὶς ἁμαρτίας γενόμενον ἄνθρωπον· πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἕνα καὶ μόνον Υἱὸν ἐν δυσὶ φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως γνωριζόμενον. ∆ύο γὰρ φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον, ἀσύγχυτον, ἄτρεπτον. Ἡ γὰρ σὰρξ, σάρξ ἐστι, καὶ οὐ θεότης, εἰ καὶ γέγονε Θεοῦ σάρξ· ὁμοίως καὶ ὁ Λόγος, Θεός ἐστι καὶ οὐ σὰρξ, εἰ καὶ μίαν ἐποιήσατο τὴν σάρκα διὰ τῆς οἰκονομίας· δύο τοίνυν τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν, καὶ Υἱὸν, καὶ Κύριον τὸν τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. Οὐ γὰρ τὴν ἑαυτοῦ δόξαν 95.16 ἠλάττωσεν ὁ ∆εσπότης, ὅτι σάρκα ἀνέλαβε· πρὶν μὲν γὰρ λαβεῖν αὐτὸν τὴν σάρκα, καὶ ταπεινῶσαι ἑαυτὸν, ἄγγελοι μόνον ἐγίνωσκον αὐτόν· ἐπειδὴ δὲ ἐταπείνωσεν ἑαυτὸν, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις ἐπέγνω αὐτόν. Ὁρᾷς, πῶς ἡ ταπείνωσις οὐκ ἐλάττωσιν εἰργάσατο, ἀλλὰ πλεῖον αὐτοῦ τὴν δόξαν διαλάμψαι ἐποίησεν. Εἰ δέ τις τῶν περιέργων λέγει, ὅτι ἡ θεότης ἐν τῷ σταυρῷ ἦν, ἢ οὐκ ἦν, ποιεῖ αὐτὴν μὴ ἐν παντὶ οὖσαν, καὶ περιγραπτὴν εἰς ἕνα τόπον· ἡμεῖς δὲ λέγομεν τὸν Θεὸν ἀπερίγραπτον καὶ ἀκατάληπτον. εʹ. Ἐρώτ. Πόθεν ἐτυμολογεῖται Θεός; Ἀπόκρ. Παρὰ τὸ, θῶ, τὸ κατασκευάζω, καὶ ποιῶ· ὡς πάντων ποιητὴς, καὶ τῆς τῶν πάντων κατασκευῆς αἴτιος, ἢ παρὰ τὸ, θέω, τὸ τρέχω. Καὶ γὰρ Θεὸς πανταχοῦ πάρεστι. Ἢ Θεὸς, παρὰ τὸ θεᾶσθαι· ἐθεάσατο γὰρ ὁ Θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Κύριος δὲ παρὰ τὸ κῦρος, ὃ σημαίνει τὴν ἐξουσίαν. Ἐρώτ. Τί ἐστιν ἕνωσις; Ἀπόκρ. Τὸ καθ' ὑπόστασιν, καὶ τὸ ἐκ διαφόρων φύσεων ὑφεστὼς πρᾶγμα. Ἐρώτ. Μεταδοτική ἐστιν ἡ θεία φύσις, ἢ μεταληπτική; Ἀπόκρ. Μεταδοτική. Ἐρώτ. Τί ἐστι συναλοιφή; Ἀπόκρ. Ἡ σύγχυσις. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Πατὴρ, καὶ κατὰ τί εἴρηται Πατήρ; Ἀπόκρ. Εἷς Πατὴρ, ὁ ἅγιος Θεὸς, καὶ παντοκράτωρ, ἄναρχος, ἀΐδιος, ἀθάνατος, ἀπερίβλεπτος, ἀνερμήνευτος, ἀτελεύτητος, ἀδιάδοχος, ἀκίνητος, ἀνεξερεύνητος. Εἴρηται Πατὴρ, διὰ τὸ πάντα τηρεῖν. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται ὁ Υἱὸς, καὶ κατὰ τί εἴρηται Υἱός; Ἀπόκρ. Εἷς Υἱὸς, ὁ ἅγιος Λόγος, ἄῤῥητον γέννημα, ἀμύθητος Λόγος, ἀπερίβλεπτος νοῦς, φῶς ζωῆς, ἥλιος δικαιοσύνης, ποιμὴν, θύρα, ὁδὸς, ἀμνός. Υἱὸς δὲ εἴρηται, ὅτι ἐκ τοῦ Πατρός. Ἐρώτ. Ποίοις ὀνόμασι τιμᾶται τὸ Πνεῦμα τὸ ἅγιον; κατὰ τί εἴρηται Πνεῦμα; Ἀπόκρ. Ἓν Πνεῦμα ἅγιον, κύριον, ζωοποιὸν, φιλάνθρωπον, ἐνούσιον, ἐνύπαρκτον, ἐνυπόστατον, βέβαιον, ὀξὺ, ἀμέριμνον, δύναμις ἁγιαστικὴ, ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Ἀτμὶς γάρ ἐστι τῶν ἄνω δυνάμεων τοῦ Θεοῦ· Πνεῦμα δὲ εἴρηται, διὰ τὸ καθ' ὃ ἐὰν βουληθῇ νεύειν καὶ πνεῖν. Ἐρώτ. Τί ἐστιν Ἰησοῦς