2
φυσικὰ ἰδιώματα συστατικὰ λέγονται, τὰ ὑποστατικὰ ἰδιώματα ἤγουν τὰ συμβεβηκότα χαρακτηριστικὰ ἰδιώματα λέγονται. Κατὰ τὰ φυσικὰ ἰδιώματα φύσις φύσεως διαφέρει καὶ εἶδος εἴδους, κατὰ δὲ τὰ συμβεβηκότα ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως, οἷον ἄνθρωπος ἵππου διαφέρει κατὰ τὸ λογικὸν καὶ τὸ ἄλογον· φυσικὴ διαφορά ἐστι. Πέτρος Παύλου διαφέρει, καθ' ὃ ὁ μὲν φαλακρός ἐστι, ὁ δὲ δασύθριξ· ἰδοὺ τὸ φαλακρὸν καὶ τὸ δασὺ συμβεβηκότα εἰσίν. νʹ Τὸ ὂν (οὐκ ἔστι γένος· ἡ οὐσία πρῶτον καὶ γενικώτατον γένος) διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, εἰς σῶμα καὶ ἀσώματον, εἰς ἔμψυχον καὶ ἄψυχον, εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, (ὅπερ ἐστὶ τὸ ζῷον ζῳόφυτον καὶ φυτόν,) εἰς λογικὸν καὶ ἄλογον, εἰς θνητὸν καὶ ἀθάνατον, (ὅπερ ἐστὶν ἄνθρωπος,) εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς ἀνθρώπους. Ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ ἄνθρωποι ὑποστάσεις καὶ πρόσωπα καὶ ἄτομα λέγονται. Καὶ τὰ μεταξὺ τῆς οὐσίας καὶ τοῦ ἀνθρώπου λέγονται γένη καὶ εἴδη ὑπάλληλα. Καὶ ταῦτά εἰσιν οὐσιώδεις καὶ φυσικαὶ διαιρέσεις καὶ συστατικαὶ καὶ εἰδοποιοὶ καὶ διαφοραὶ καὶ ποιότητες, διαιρετικαὶ μὲν τῶν ἐπάνω συστατικαὶ δὲ τῶν ὑποκάτω, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν ὑποκάτω, εἰδοποιοὶ δὲ ὅτι αὗται συνιστῶσι τὰ εἰδικώτατα εἴδη. Ὁ ἄνθρωπος εἰδικώτατον εἶδός ἐστιν. Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν. Οὐσία ἐστὶ πᾶν, ὅπερ αὐθυπόστατόν ἐστιν καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Ἐν τῇ οὐσίᾳ ἐστὶ τὸ συμβεβηκός. Οὐσία λέγεται παρὰ τὸ κυρίως εἶναι, συμβεβηκὸς λέγεται παρὰ τὸ συμβαίνειν καὶ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι καὶ παρὰ τὸ ἐνδέχεσθαι ἐν τῷ αὐτῷ πράγματι καὶ εἶναι τὸ αὐτὸ συμβεβηκὸς καὶ μὴ εἶναι ἀλλὰ τὸ ἐναντίον αὐτοῦ. Φύσις ἐστὶν ἡ ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· οὐ γὰρ κινεῖται ἀπὸ τόπου εἰς τόπον. Ἡ οὖν ἀρχὴ καὶ αἰτία τῆς κινήσεως καὶ τῆς ἠρεμίας αὐτῆς, καθ' ἣν οὐσιωδῶς καὶ φυσικῶς πέφυκεν κινεῖσθαι καὶ ἠρεμεῖν. Φύσις λέγεται παρὰ τὸ πεφυκέναι, ὅπερ δηλοῖ τὴν οὐσίαν· ἡ γὰρ οὐσία ἐστὶν ἡ αἰτία τῆς κινήσεως αὐτῆς καὶ τῆς ἠρεμίας· ταὐτὸν οὖν ἐστι φύσις καὶ οὐσία. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυκέναι. Μορφή ἐστιν ἡ ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος, οἷον ἡ οὐσία μορφωθεῖσα ὑπὸ τοῦ σώματος τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ καὶ ἀποτελέσασα τὸ ζῷον, πάλιν τε προσλαβοῦσα τὸ λογικὸν καὶ τὸ θνητὸν ἀποτελεῖ τὸ τοῦ ἀνθρώπου εἶδος, ὅπερ εἰδικώτατον εἶδος μορφὴ λέγεται οἷον οὐσία μεμορφωμένη. Ταὐτὸν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή. Ὁμοούσια οὖν καὶ ὁμοφυῆ καὶ ὁμοειδῆ καὶ τῆς αὐτῆς μορφῆς τὰ ὑπὸ τὸ αὐτὸ εἰδικώτατον εἶδος ἄτομά εἰσιν. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτερόμορφα τὰ εἰδικώτατα εἴδη λέγονται καὶ τὰ ὑπὸ ἄλλο καὶ ἄλλο εἶδος ἄτομα. Ὁμογενῆ εἰσιν τὰ ὑπὸ τὸ αὐτὸ γένος, ἑτερογενῆ δὲ τὰ ὑπ' ἄλλο καὶ ἄλλο γένος. Ἀδύνατόν ἐστιν ἐκ δύο φύσεων μίαν φύσιν σύνθετον γενέσθαι. Τὸ τῆς ὑποστάσεως ὄνομα σημαίνει ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν ἤγουν τὴν οὐσίαν, ποτὲ δὲ τὴν καθ' αὑτὸ καὶ ἰδιοσύστατον ὕπαρξιν ἤγουν τὸ ἄτομον οἷον Πέτρον, Παῦλον. Οἱ δὲ ἅγιοι πατέρες ὑπόστασιν καὶ ἄτομον καὶ πρόσωπον τὸ αὐτὸ ἐκάλεσαν. Ὑπόστασίς ἐστιν τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ' ἑαυτὸ ἰδιοσυστάτως ὑφιστάμενον καὶ ἀριθμῷ διαφέρον· οὐ γάρ ἐστιν ὁ Πέτρος καὶ ὁ Παῦλος εἷς ἀλλὰ δύο. Εἴρηται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι. Ἓν λέγεται ἐπὶ τῆς μιᾶς φύσεως εἷς δὲ ἐπὶ τῆς μιᾶς ὑποστάσεως, οἷον Πέτρος καὶ Παῦλος εἷς οὐ λέγονται, ἐπειδὴ ἄλλη καὶ ἄλλη ὑπόστασίς εἰσιν, ἓν δὲ λέγονται, ἐπειδὴ μιᾶς φύσεώς εἰσιν. Ἄλλο λέγεται ἐπὶ τῆς διαφορᾶς τῆς φύσεως, ἄλλος δὲ ἐπὶ τῆς ὑποστάσεως, οἷον οὐ δυνάμεθα εἰπεῖν «ἄλλο