1

 2

 3

 4

 5

 6

 7

 8

2

Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, ὁ ἀπαθὴς παθητῇ φύσει ἑνούμενος, καὶ ταῦτα οἱονεὶ ὑφιστάμενος, καὶ τοῦ εἶναι ἀρχόμενος, σαρκούμενός τε καὶ παχυνόμενος, καὶ ὁ ἁπλοῦς τῇ φύσει φύσεως προσλήψει συντιθέμενος, καὶ διφυὴς ἀληθῶς γνωριζόμενος, ὡς δύο φύσεις φέρων μετὰ τὴν ἕνωσιν, ἐξ ὧν ἕν ἐστιν ἅπερ κηρύττεται· τελείως ἔχουσαν ἑκάστην κατὰ τὸν ὅρον τε καὶ λόγον τὸν ἑαυτῆς, τὴν μὲν ἄναρχόν τε καὶ ἄκτιστον, τὴν δὲ ἠργμένην τε καὶ ἐκτισμένην τὴν μὲν ἀπαθῆ, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, τὴν δὲ παθητήν τε καὶ ὁρωμένην, καὶ ἁπτὴν, καὶ περιγραπτήν· θελητικὴν ἑκατέραν, καὶ αὐτεξούσιον, καὶ ἐνεργητικὴν, αὐτὸς τοῦτο κἀκεῖνο τελῶν, ὁ εἷς Χριστὸς, καὶ Υἱὸς, καὶ Κύριος· τῆς μὲν ὀργανικῶς λειτουργησάσης, τῆς δὲ δεσποτικῶς ἐνεργησάσης· ἑκατέρας τὴν οἰκείαν ἐνέργειάν τε καὶ αὐτεξούσιον κίνησιν ἐχούσης· αὐτοῦ δὲ τοῦ ἑνὸς τοῦτο κἀκεῖνο τελοῦντος, δι' ἀμφοῖν τὴν ἡμῶν κατεργασαμένου σωτήριον ἀνακαίνισιν, ἐφ' ᾧ συμπαθῶς ἑαυτὸν κεκένωκε. δʹ. Ταῦτα μαθὼν ἐδίδαξας, καὶ τούτοις ἐποικοδομεῖν τὴν τῶν ἀρίστων ἔργων χρυσαυγῆ τε καὶ ἀργυροφεγγῆ εὐπρέπειαν· ὡς ἂν μὴ τῷ κριτικῷ πυρὶ πλησιάσαντες φρυγανώδεις ὄντες ἀναλωθείημεν· πλέον δὲ καὶ πλέον καθαρθείημεν, δαπανώμενοι μὲν ὅσον κίβδηλον, καὶ καθαροὶ καθαρῷ τῷ πυροῦντι καὶ θεοῦντι συναιωνίζοντες. Τίς μοι δοίη γλῶσσαν ἀξίαν τῆς εὐφημίας; Τίς με θείη ἀνὰ ἡμέραν τὴν ἔμπροσθεν, ὅτε ηὔγει πῦρ θεῖον γλωσσοειδῶς τυπούμενον, ἐφ' ἑκάτερόν τε τῶν ἀποστόλων ἑνοειδῶς καὶ πολυμερῶς ἀναπαυόμενον, ὡς ἂν τὸ ἑνιαῖον δόγμα τῆς πίστεως ἐν πολυσχεδέσι γλώσσαις καταγγελθείη συνάγον εἰς ἓν τὰ διεστῶτα, καταλυθείσης τῆς πολυσχιδοῦς πλάνης, πρὸς ἣν κακῶς ὡμονόησαν οἱ πάλαι πυργοποιήσαντες, καὶ μισθὸν ἔλαβον τῆς ἀσεβείας τὴν συγχυτικὴν τῆς γλώσσης, καὶ δι' αὐτῆς τῆς γνώμης διαίρεσιν; Τίς μοι ταύτης μεταδοίη τῆς γλώσσης τοῦ Πνεύματος, ὡς ἂν τὰ τοῦδε τοῦ πνευματοφόρου ἀνδρὸς τὰ ὑπὲρ φύσιν ἐξαγγείλω πλεονεκτήματα; Ὠκεανὸς ἐνταῦθα παρήτω λόγων, νοημάτων τε ἄβυσσος, ἀλλ' οὐχ ὑπείκει λόγοις ἡ χάρις τοῦ Πνεύματος. Ὁ γὰρ ἄνευ τοῦ Πνεύματος βουλόμενος λέγειν τὰ τοῦ Πνεύματος, φωτὸς ἄνευ βλέπειν προαιρεῖται, καὶ σκότον ἔχει ποδηγὸν τῆς ὁράσεως. ∆ιὸ πάλιν πρὸς αὐτὸν ἐπάνειμι τὸν νῦν εὐφημούμενον, ἐξ αὐτοῦ ὡς θείου λαμπτῆρος τὸν λύχνον ἀνάπτων τῆς γνώσεως, ὡς ἂν αὐτὸς εἴη τῆς εὐφημίας ὑπόθεσις, καὶ τῶν ἐπαίνων χορηγός. εʹ. Τίς μὲν οὕτω πολὺς ἐν λόγῳ καὶ μέγας ἐν φρονήσει, ὧν ἡ σύγκρισις ἀσύγκριτος, ὡς ἄδηλον εἶναι ποτέρῳ μᾶλλον οὗτος θαυμασιώτερος; Τίς οὕτω τύπος ἀρετῆς ἦν καὶ ὁρώμενος, ὡς μὴ δεῖσθαι λόγου πρὸς παίδευσιν; Τίς λόγων νιφάδας ἐξέχεε τοῖς ἔργοις ἐφεπομένας, ἐκ τούτων τε λαμβανούσας τὴν δύναμιν, ὡς καὶ ἐπὶ τούτου λέγειν, ὧν ἤρξατο ποιεῖν τε καὶ διδάσκειν, ὃ περὶ Ἰησοῦ τοῦ Θεοῦ μου Λουκᾶς φησιν ὁ θεσπέσιος, ἐξ οὗ τὸ εἶναι, καὶ τὸ εὖ εἶναι κεκλήρωται; Τίς πρᾶξιν ἐπῆλθε καὶ θεωρίαν, σαρκός τε ἡδονὰς πατήσας, ὡς ἄσαρκος, καὶ μετὰ Θεοῦ τὰ θεῖα σκεψάμενος; Τίς πίστει ὡς ψυχῇ τὰ ἔργα οἷα μέλη σώματος εὐτάκτως περιέθηκε καὶ ὑπέταξε, καὶ ἔργα πίστει ἐψύχωσε καὶ ἐζώωσεν, ὧν θάτερον θατέρου δίχα, ἄχρηστον καὶ ἀνόνητον, εἰ καὶ τῇ πίστει, οὐκ ἀπὸ σκοποῦ δοίη τις τὸ προτέρημα; Τίς οὕτω γαστριμαργίαν ἐξέωσε, δουλώσας τὴν δέσποιναν, καὶ φιμώσας μαιμάσσουσαν εὐσεβεῖ λογισμῷ, αὐτοκρατὴς, οὐ θεραπευτὴς ταύτης γενόμενος; ςʹ. Καὶ τόσον αὐτῷ τῆς ἐγκρατείας τὸ περιὸν, ὡς λανθάνειν, εἴτε καὶ ὅ τι, καὶ ὅσον προσεφέρετο βρώσεώς τε καὶ πόσεως. Ἡ μὲν γὰρ φύσις ἐπίκηρος, καὶ τὸ σαρκίον ῥευστὸν καὶ κινούμενον, καὶ ὥσπερ πνεύματος ἐνδεές· ἀναπνοῆς γὰρ ἄνευ ζῇν τῶν ἀμηχάνων, καὶ τῶν λοιπῶν οὕτω χρεὼν ἀναπληροῦσθαι τὴν ἔνδειαν. Τρία γὰρ τὰ