1

 2

 3

2

θεότητος, τότε δὲ νοητῶς διὰ μόνης τῆς θέας. Λέγεται δὲ μετάληψις μὲν, ὅτι δι' αὐτῆς μεταλαμβάνομεν τῆς Ἰησοῦ θεότητος· κοινωνία δὲ, διὰ τὸ κοινωνεῖν ἡμᾶς δι' αὐτῆς τῷ Χριστῷ, καὶ μετέχειν αὐτοῦ τῆς σαρκός τε καὶ θεότητος. Κοινωνεῖν δὲ καὶ ἑνοῦσθαι καὶ ἀλλήλοις δι' αὐτῆς. Ἐπειδὴ γὰρ ἐξ ἑνὸς ἄρτου μεταλαμβάνομεν πάντες, ἓν σῶμα Χριστοῦ καὶ ἓν αἷμα, καὶ ἀλλήλων μέλη γινόμεθα, σύσσωμοι Χριστοῦ χρηματίζοντες. 96.1412 «Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο.» Τῶν ἐγκαταλείψεων, ἡ μὲν ἔστι διὰ κεκρυμμένην ἀρετὴν, ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ· ἡ δὲ δι' ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου· ἡ δὲ πρὸς διόρθωσιν ἄλλου, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου. Φυσικῶς γὰρ ὁρῶντές τινας πάσχοντας, συστελλόμεθα. Ἡ δὲ εἰς ἄλλου δόξαν, ὡς ὁ ἐκ γενετῆς τυφλὸς, εἰς δόξαν Χριστοῦ. Ἡ δὲ εἰς ἄλλου ζῆλον, ὡς ἐπὶ τὴν μαρτυρίαν. Καὶ ἁπλῶς τῆς ἐγκαταλείψεως εἰσὶν εἴδη δύο· ἔστι γὰρ ἐγκατάλειψις οἰκονομικὴ καὶ παιδευτικὴ, καὶ ἔστιν ἐγκατάλειψις τελεία ἀπογνωστική. Οἰκονομικὴ μὲν καὶ παιδευτικὴ, ἢ πρὸς διόρθωσιν καὶ σωτηρίαν, καὶ δόξαν τοῦ πάσχοντος γινομένη, ἢ καὶ πρὸς ἄλλων ζῆλον καὶ μίμησιν, ἢ καὶ πρὸς δόξαν Θεοῦ. Ἡ δὲ τελεία κατάλειψις, ὅτε τοῦ Θεοῦ πάντα πρὸς σωτηρίαν πεποιηκότος, ἀνίατος ἐξ οἰκείας προθέσεως διαμένῃ ὁ ἄνθρωπος. Τότε γὰρ εἰς ἀπώλειαν παραδίδοται ὡς ὁ Ἰούδας. «Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.» Ἡ τοῦ λευκώματος γραφὴ ἣν Πιλάτος πρὸ τῆς Κυριακῆς ἔπηξε κεφαλῆς, τὴν τοῦ Κυρίου ἐπλήρου φωνὴν, Ἐπειδὰν ὑψωθῶ, λέγοντος, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἐδήλου τοίνυν ἡ ἐκεῖθεν ἀνάγνωσις οὐχ ὑπὲρ Ἰουδαίας μόνης, ἀλλὰ καὶ πάσης Ἑλλην[ικ]ῆς καὶ βαρβάρου γεγενῆσθαι τὸ σωτήριον πάθος. «Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν, ἕως ὥρας ἐννάτης.» Ἐκλείπει ὁ ἥλιος τοῦ σώματος τῆς σελήνης ὥσπερ τι μεσότοιχον γενομένου καὶ ἀποσκιάζοντος, καὶ μὴ ἐῶντος διαδοθῆναι ἡμῖν τὸ φῶς. Ὅσον οὖν εὑρεθῇ τῆς σελήνης ἀποκρύπτειν τὸν ἥλιον, τοσοῦτον καὶ ἡ ἔκλειψις γίνεται. Ἡ δὲ τῆς σελήνης ἔκλειψις ἐκ τοῦ ἀποσκιάσματος τῆς γῆς γίνεται, ὅταν γένηται πεντεκαιδεκαταία ἡ σελήνη, καὶ εὑρεθῇ ἐξ ἐναντίας κατὰ τὸ ἄκρον κέντρον, ὁ μὲν ἥλιος ὑπὸ γῆν, ἡ δὲ σελήνη ὑπὲρ γῆν. Ἀποσκίασμα γὰρ ποιεῖ ἡ γῆ, καὶ οὐ φθάνει τὸ ἡλιακὸν φῶς φωτίσαι τὴν σελήνην, κἀκεῖθεν ἐκλείπει. «Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πᾶσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.» Οὐ μετ' ἐκείνων μόνον εἶπεν ἔσεσθαι, ἀλλὰ καὶ μετὰ πάντων τῶν μετ' ἐκείνους πιστευόντων. Οὐ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν ἔμελλον· ἀλλ' ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς. Μὴ γάρ μοι, φησὶ, τὴν δυσκολίαν εἴπητε τῶν πραγμάτων. Ἐγὼ γάρ εἰμι μεθ' ὑμῶν πάντα ποιῶν εὔκολα. Τοῦτο καὶ τοῖς προφήταις ἔλεγεν ἐν τῇ Παλαιᾷ συνεχῶς, καὶ τῷ Ἱερεμίᾳ νεότητα προβαλλομένῳ, καὶ τῷ Μωσῇ, καὶ τῷ Ἰεζεκιὴλ ἀναδυομένοις, Ἐγώ εἰμι μεθ' ὑμῶν. Οὕτω καὶ ἐνταῦθα, τούτοις. Σκόπει δέ μοι κἀνταῦθα τὴν τούτων διαφοράν. Ἐκεῖνοι μὲν γὰρ εἰς ἓν ἔθνος ἀποστελλόμενοι πολ 96.1413 λάκις παρῃτοῦντο· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐφθέγξαντο εἰς τὴν οἰκουμένην πεμπόμενοι. Τὸ δὲ ἕως, πολλαχοῦ τῆς Γραφῆς, τὴν μὲν τοῦ ὡρισμένου χρόνου προθεσμίαν σημαίνει· οὐκ ἀποφάσκει δὲ τὸ μετὰ ταῦτα. Εἴρηται νῦν περὶ τῆς Ἀειπαρθένου Θεοτόκου ὅτι οὐκ ἐγίνωσκεν αὐτὴν ὁ Ἰωσὴφ, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ οὔ τί που οἰητέον ὅτι μετὰ ταῦτα ἀνδρὸς συνάφειαν κατεδέξατο. Ἐπηγγείλατο οὖν κἀνταῦθα ὁ Κύριος ἕως τῆς συντελείας εἶναι μεθ' ἡμῶν, οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος Ἀπόστολος, ὅτι μετὰ τὴν κοινὴν ἀνάστασιν Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.