2
ὑβριζόμενος, ἐμπτυόμενος, ῥαπιζόμενος, τὰς ἰάσεις προσέφερεν. Ὡς μέγεθος ἰατρείας τὴν αὐτοῦ θεότητα προσήνεγκεν τῇ φύσει τῆς ἀνθρωπότητος φάρμακον, φάρμακον ἐνεργέστατον, φάρμακον πανταδύναμον. Αὕτη τὸ ἀσθενὲς σαρκίον, τῶν ἀοράτων ἀνέδειξεν δυνατώτερον. Ὥσπερ γὰρ ἀπρόσιτος ὁ σίδηρος τῷ πυρὶ ἑνούμενος, οὕτως ὁ χόρτος τῆς ἡμετέρας φύσεως ἑνωθεὶς τῷ πυρὶ τῆς θεότητος, ἀπρόσιτος τῷ διαβόλῳ γέγονε· καὶ ἐπειδὴ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα οἱ τῶν ἰατρῶν παῖδές φασιν, διὰ τῶν ἐναντίων καταβάλλει τὰ ἐναντία· τὴν ἡδονὴν, διὰ τῶν πόνων· τὴν ὑπερηφανίαν, διὰ τῆς ταπεινώσεως. Οὐ μόνον γὰρ ἐταπείνωσεν ἑαυτὸν, πλούσιος ὢν θεότητι, καὶ γενόμενος ἄνθρωπος, ἀλλὰ καὶ ἐν ἀνθρώποις ἐταπείνωσεν ἑαυτόν. Τίς γὰρ ἀνθρώπων τοσοῦτον ταπεινός; Οὐκ ἔχει μὲν γὰρ ποῦ τὴν κεφαλὴν κλῖναι. Οὐκ ἦν αὐτῷ ὑποζύγιον, οὐ δισσὸν περιβόλαιον, οὐ χιτὼν ἄλλος. Λοιδορούμενος οὐκ ἀντελοι 96.580 δόρει· πάσχων οὐκ ἠπείλει· ὡς ἀρνίον ἄκακον ἤγετο τοῦ θύεσθαι, οὐκ ἐρίζων, οὐ κραυγάζων· ῥαπιζόμενος ἐδίδου προθύμως τὴν σιαγόνα τῷ πταίοντι· οὐκ ἀπέστρεψεν τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· Σαμαρείτης καὶ δαιμονῶν ἀποκαλούμενος, διωκόμενος ταῦτα ὑπομένει, ὅπως καὶ ἡμεῖς τοῖς αὐτοῦ ἀκολουθήσωμεν ἴχνεσι. Ταῦτα πάντα εὐδοκίᾳ πατρικῇ ἐπετέλει. Ἐξ αὐτοῦ γὰρ ὢν Υἱὸς μονογενὴς καὶ ὁμοούσιος, τὴν πατρικὴν αὐτοῦ περὶ ἡμᾶς ἀγάπην ἐδημιοσίευσεν. Οὕτως γὰρ ἠγάπησεν ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε λύτρον ὑπὲρ ἡμῶν. Ὢ ἀγάπης ἀνυπερβλήτου! Υἱὸν μονογενῆ συμβασιλεύοντα αὐτῷ ὑπὲρ δούλων παρηκόων, ὑπὲρ ἐχθρῶν βλασφημούντων, καὶ τῷ ἐχθρῷ λατρευόντων, καὶ τοῦτον Θεὸν ἀναγορευόντων. Ὢ βάθος πλούτου τῆς τοῦ Θεοῦ ἀγαθότητος! Ἀλλ' οὐκ ἀντέστη ὁ μονογενὴς Υἱός· οὐκ ἠθέτησε τὴν πατρικὴν βουλήν. Αὐτὸς γὰρ ἦν ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ Πατρός. ∆ιὸ δὴ ὡς τῆς φύσεως κοινωνός τε καὶ μέτοχος· μία γὰρ φύσις ἐστὶ Πατρὸς καὶ Υἱοῦ μία· ὡς οἰκείῳ ἐξυπηρετεῖται θελήματι, καὶ ἄνθρωπος γίνεται, καὶ καθίσταται ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τὴν ἐμὴν παρακοὴν ἰώμενος. γʹ. Ἔρχεται τοίνυν παθεῖν ἐπειγόμενος, καὶ σπεύδων πιεῖν τὸ τοῦ θανάτου ποτήριον τὸ παντὸς τοῦ κόσμου σωτήριον. Ἔρχεται πεινῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ οὐχ εὑρίσκει ἐν αὐτῇ καρπόν· ταύτην γὰρ ἡ συκῆ παραβολικῶς αἰνίττεται. Τίς γὰρ πρωῒ ἐσθίει; Ὁ βασιλεὺς, ὁ Κύριος, ὁ ∆ιδάσκαλος· πρωῒ πεινῶν, οὐκ ἔχει τὴν ἐπιθυμίαν τῆς βρώσεως. Οὐ κρατεῖ τῆς φύσεως, ἀλλ' ὥσπερ τις ἀκρατὴς καὶ ἀκόλαστος, ἀλόγως ὁρμᾷ πρὸς τὴν βρῶσιν, ἐν καιρῷ τῷ μὴ προσήκοντι. Καὶ πῶς παιδεύει τοὺς μαθητὰς νηστεύειν, καὶ μὴ ἡττᾶσθαι πάθει ἐπιθυμίας; Οὐχ οὕτως τοῦτό ἐστιν· ἀλλ' ὥσπερ λόγῳ διὰ παραβολῶν διδάσκων ἐλάλει, οὕτω καὶ ἔργῳ τὰς παραβολὰς διεξέρχεται. Προσῆλθε τῇ συκῇ πεινάσας. Ἡ συκῆ ὑπέγραφε τὴν τῆς ἀνθρωπότητος φύσιν. Γλυκὺς καρπὸς τῆς συκῆς, τραχεῖα τὰ φύλλα, καὶ ἄχρηστα, καὶ πρὸς καῦσιν ἕτοιμα· ἀλλὰ καὶ ἡ φύσις τῆς ἀνθρωπότητος γλυκύτατον εἶχε τὸν καρπὸν τῆς ἀρετῆς, παρὰ Θεοῦ ταύτην καρποφορεῖν προστεταγμένη. Ἐπεκτήσατο δὲ διὰ τῆς ἀκαρπίας τῆς ἀρετῆς τὴν τῶν φύλλων τὴν τραχύτητα. Τί γὰρ τραχύτερον τῶν βιωτικῶν μεριμνῶν; Γυμνὸς ἦν ποτε ὁ Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο· γυμνὸς τῇ ἁπλότητι, καὶ ἀτέχνῳ ζωῇ. Οὐκ ἦσαν αὐτοῖς τέχναι καὶ βιωτικαὶ μέριμναι· οὐκ ἐπενόουν πῶς ἐπικαλύψουσι τοῦ σώματος τὴν γύμνωσιν· οὐκ ἐπῃσχύνοντο τῇ ἀκτημοσύνῃ· οὐ τῇ τῆς ζωῆς λειότητι, ἀλλ' εἰ καὶ 96.581 γυμνοὶ ἦσαν τῷ σώματι, ἐσκέποντο τῇ θείᾳ χάριτι. Οὐκ ἦν αὐτοῖς σωματικὸν περιβόλαιον, ἀλλ' ἦν αὐτοῖς ἔνδυμα ἀφθαρσίας· ὅσον γὰρ διὰ τῆς ὑπακοῆς ᾠκειοῦντο τῷ Θεῷ, τοσοῦτον τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Παρακούσαντες δὲ, ἐμακρύνθησαν τῆς σκεπούσης αὐτοὺς χάριτος. Ἐγυμνώθησαν τῆς πρὸς Θεὸν ἐκστάσεως