τὰς γυναῖκας ἀνδρικῶς καθοπλίσαντες, τῇ ιεʹ ἡμέρᾳ τῆς εἰσόδου αὐτῶν, διαφαύοντος σαββάτου, εἰκάδι τρίτῃ τοῦ Ἰουλίου μηνός, ἐπέπεσον αὐτοῖς ἔτι κοιμωμένοις σχεδόν, οἵτινες διαναστάντες καὶ σπουδῇ καθοπλισάμενοι ἤρξαντο τῆς μάχης. Καὶ ἐπειδὴ ἦσαν μακρὰν ἀπ' ἀλλήλων διεσκηνωμένα τὰ θέματα, εὐθέως οὐκ ἔγνωσαν τὸ συμβάν· μόνον γὰρ εἰς τὸ βασιλικὸν φοσσάτον ἐπέπεσον καὶ λοιπὸν ἤρξαντο κόπτεσθαι. Καὶ μικρὸν ἀντισταθέντων αὐτῶν καὶ μηδὲν ἰσχυσάντων, ἀλλὰ σφόδρα κατασφαζομένων, ἰδόντες οἱ λοιποὶ ἔδωκαν ἑαυτοὺς εἰς τροπήν. Καὶ ἐν αὐτῷ τῷ τόπῳ παρέκειτο ποταμὸς τελματώδης λίαν καὶ δυσδιέξοδος. Καὶ μὴ εὑρίσκοντες εὐθὺ πόρον τοῦ περᾶσαι, καταδιωκόμενοι ὑπὸ τῶν πολεμίων ἐνέπεσον εἰς τὸν ποταμόν. Εἰσελθόντες δὲ μετὰ τῶν ἵππων αὐτῶν καὶ μὴ ἰσχύσαντες ἐξελθεῖν ἐχάλασαν εἰς τὸ τέλμα, καὶ καταπατούμενοι ὑπὸ τῶν ὄπισθεν ἐρχομένων, καὶ ἄλλοι ἐπ' ἄλλοις πίπτοντες, οὕτως ἐπληρώθη ὁ ποταμὸς ἀνθρώπων τε καὶ ἵππων, ὥστε ἐπάνωθεν αὐτῶν διέρχεσθαι τοὺς πολεμίους ἀβλαβῶς καὶ καταδιώκειν τοὺς λοιποὺς τούςὡς εἰκόςνομίζοντας ὅτι διεσώθησαν. Ἐκεῖ οὖν πάντες οἱ πατρίκιοι καὶ λοιποὶ ἄρχοντες πεπτώκασιν. Ὅσοι δὲ ἔδοξαν διαφυγεῖν ἀπὸ τῆς τοῦ ποταμοῦ βλάβης, ἦλθον ἕως τοῦ φραγμοῦ ὃν κατεσκεύασαν οἱ Βούλγαροι, ὀχυρὸν ὄντα καὶ λίαν δυσδιεξόδευτον· καὶ μὴ δυνάμενοι σὺν τοῖς ἵπποις τοῦτον διακόψαι, καταλιπόντες τοὺς ἵππους αὐτῶν, διὰ τῶν οἰκείων χειρῶν καὶ ποδῶν ἀνερπύσαντες, ἐκρήμνιζον ἑαυτοὺς εἰς τὸ ἕτερον μέρος.
Καὶ ἐπειδὴ ἦν ἔξωθεν ὄρυγμα τάφρου βαθείας, κρημνιζόμενοι ἀπὸ τοῦ ὕψους, διεσπῶντο τὰ μέλη αὐτῶν· καὶ οἱ μὲν παραυτὰ ἀπέθνησκον, οἱ δὲ ὀλίγον προβαίνοντες καὶ μὴ ἰσχύοντες βαδίζειν ἔπιπτον χαμαί, καὶ οὕτως κολαζόμενοι ἀπέθνησκον ἐν λιμῷ καὶ δίψῃ. Ἐν ἑτέροις δὲ τόποις τινὲς ἐνεπύρισαν τὴν φρακτήν· καὶ δὴ καέντων τῶν δεσμῶν, καὶ συμπεσούσης τῆς ρακτῆς ἐπάνωθεν τοῦ ὀρύγματος, καὶ λοιπὸν οἱ φεύγοντες ἀπροόπτως χαλώμενοι νέπιπτον εἰς τὴν τάφρον τοῦ ὀρύγματος τοῦ πυρὸς αὐτοί τε καὶ οἱ ἵπποι αὐτῶν. Τοῦτο δὲ χείρων ἦν συμφορὰ τοῦ κινδύνου τοῦ ποταμοῦ. Τίς οὐ κλαύσει ταῦτα ἀκούων; τίς οὐ θρηνήσει; Τὰ δὲ τέκνα τῶν ἀρχόντων, ἀρχαίων τε καὶ νέων, εἰς πλῆθος ὄντα, αὐτὸ τῆς ἡλικίας ἄγοντα τὸ ἄνθος, σώματα ἔχοντες περικαλλῆ λευκότητι καὶ τριχῶν ξανθότητι λάμποντα καὶ γενείων, καὶ ὄψεως θέσιν κεκαλλωπισμένην, οἵτινες ἐξ αὐτῶν ἦσαν νεωστὶ ζευχθέντες γυναιξὶν εὐγενείᾳ καὶ κάλλει διαλάμπουσι, πάντες ἐκεῖ ἀπέθανον· οἱ μὲν τῷ ξίφει ἀναλωθέντες, οἱ δὲ τῷ ποταμῷ πνιγέντες, οἱ δὲ ἀπὸ τοῦ φραγμοῦ κρημνισθέντες, οἱ δὲ τῷ πυρὶ τοῦ ὀρύγματος κατακαέντες, ὀλίγοι δέ τινες διασωθέντες, καὶ αὐτοὶ μετὰ τὸ ἐλθεῖν οἴκαδε σχεδὸν πάντες ἀπέθανον. Ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ καὶ Νικηφόρος ὁ βασιλεὺς ἀνῃρέθη μέσον τοῦ πρώτου πολέμου, τὸν τρόπον τοῦ θανάτου αὐτοῦ μὴ δυνηθέντος τινὸς ἀπαγγεῖλαι. Ἐπλήγη τε καὶ ὁ υἱὸς αὐτοῦ Σταυράκιος καιρίαν πληγὴν λαβὼν εἰς τοὺς σπονδύλους τῆς ῥάχεως, ἐξ ἧς καὶ ἐτελεύτησεν, μῆνας δύο μόνους βασιλεύσας Ῥωμαίων. Πολλοί τε τῶν ζωγρηθέντων Ῥωμαίων μετὰ τὸ καταλυθῆναι τὸν πόλεμον ἠναγκάσθησαν ὑπὸ τῶν ἀθέων Βουλγάρων, οὔπω τότε βαπτισθέντων, ἀρνήσασθαι τὸν Χριστὸν καὶ τῆς ἐθνικῆς καὶ σκυθικῆς πλάνης μεταλαβεῖν· οἵτινες τῇ τοῦ Χριστοῦ ἐνισχυθέντες δυνάμει πᾶσαν ὑπομείναντες αἰκίαν, τὸν μαρτυρικὸν στέφανον ποικίλαις κολάσεσιν ἀνεδήσαντο. Οὕτω Νικηφόρος ὁ βασιλεὺς ἐξ ἀβουλίας καὶ ἀλαζονείας ἑαυτόν τε καὶ πᾶσαν τὴν τῶν Ῥωμαίων ἰσχὺν ἀπώλεσεν, βασιλεύσας ἔτη ηʹ καὶ μῆνας ἑπτά. Ἦν δὲ οὗτος ἀνὴρ διμοιραῖος, πλατύς, προγάστωρ, δασύκομος, πρόχειλος, πρόσωπον ἔχων μέγα καὶ γένειον πολὺ πεπολιωμένον, τῷ δὲ σώματι παχύς, φρόνιμός τε πάνυ καὶ πανοῦργος καὶ ὀξὺς εἰς τὸ νοῆσαι, μάλιστα εἰς τὰ τοῦ δημοσίου πράγματα, μικρολόγος τε καὶ φιλάργυρος καθ' ὑπερβολήν. ∆ιὸ καὶ τὸν ὄλεθρον αἰώνιον ἐκληρώσατο. Ἡμεῖς δέ, ἀδελφοί, μνημονεύσωμεν τῶν προαπελθόντων ἀδελφῶν ἡμῶν καὶ πατέρων, καὶ τὸν