Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
ἀρετῆς τοῦ ἀνδρὸς ἐγενόμην, συνοικήσας καὶ συμπλεύσας καὶ συγκακουχηθεὶς αὐτῷ ἕως τῆς τελευταίας ἡμέρας τῆς ἐνθάδε αὐτοῦ ζωῆς. Ἔνθεν δὲ ἀρχή μοι γένηται τοῦ τῆς διηγήσεως λόγου.
4 Γάζα πόλις ἐστὶν τῆς Παλαιστίνης ἐν μεθορίῳ τῆς Αἰγύπτου ὑπάρχουσα, οὐκ ἄσημος δὲ αὕτη τυγχάνουσα, ἀλλὰ καὶ πολύανδρος καὶ τῶν ἐμφανῶν πόλεων οὖσα· ἤκμαζεν δὲ ἐν αὐτῇ κατ' ἐκεῖνο καιροῦ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία. Ταύτης τὴν ἱερωσύνην ἀπεδέξατο ὁ παρ' ἡμῶν εὐφημούμενος Πορφύριος, πατρίδα μὲν ἐσχηκὼς τὴν ἐπουράνιον Ἱερουσαλήμ (εἰς ταύτην γὰρ καὶ ἀπεγράψατο), τὴν δὲ ἐπίγειον τὴν Θεσσαλονικέων. Γένος δὲ ἦν αὐτοῦ ἐπίσημον. Τούτῳ θεῖος ἔρως ὑπεισῆλθεν καταλεῖψαι πατρίδα καὶ λαμπρότητα γένους καὶ πλοῦτον ἄπειρον καὶ ἀσπάσασθαι τὸν μονήρη βίον, καὶ πλεύσας ἐκ τῆς Θεσσαλονικέων, καταλαμβάνει τὴν Αἴγυπτον. Εὐθέως δὲ ὥρμησεν ἐπὶ τὴν Σκήτην καὶ ἀξιοῦται μετ' ὀλίγας ἡμέρας τοῦ τιμίου προσχήματος. Καὶ συνδιατρίψας ἐκεῖ τοῖς ἁγίοις πατράσι πενταετῆ χρόνον, πάλιν ἄλλος θεῖος ἔρως αὐτῷ ὑπεισῆλθεν προσκυνῆσαι τοὺς ἁγίους καὶ σεβασμίους τοῦ θεοῦ τόπους, καὶ γενόμενος ἐκεῖσε καὶ προσκυνήσας, ἀπελθὼν εἰς τὰ μέρη τοῦ Ἰορδάνου οἴκησεν ἐν σπηλαίῳ, ὁμοίως κἀκεῖ διατρίψας ἔτη πέντε μετὰ πολλῆς κακουχίας. Ἐκ δὲ τῆς πολλῆς ξηρότητος καὶ ἀνωμαλίας τῶν τόπων ἐκείνων περιέπεσεν μεγάλῃ νόσῳ. Ὁρῶν δὲ ἑαυτὸν ἐν ἐσχάτῳ κινδύνῳ, κατ' οἰκονομίαν παρακαλεῖ τινα τῶν γνωρίμων ἀναλαβεῖν αὐτὸν εἰς τὰ Ἱεροσόλυμα· τὸ δὲ πάθος ἦν ἥπατος σκίρωμα μετὰ πυρετοῦ συνεχοῦς λεπτοτάτου. Τοῦ γοῦν τοιούτου πάθους ἐπικρατοῦντος καὶ νύττοντος ἀπαύστως τὰ ἐνδόσθια καὶ τοῦ σώματος τηκομένου, αὐτὸς οὐκ ἐπαύετο καθ' ἡμέραν περιερχόμενος τοὺς ἁγίους τόπους κεκυφὼς καὶ μὴ ἰσχύων ἀνορθῶσαι τὴν ἑαυτοῦ ἡλικίαν, ἀλλὰ ῥάβδῳ ἐπερειδόμενος.
5 Κατ' ἐκεῖνον δὲ τὸν καιρόν, συνέβη κἀμὲ ἐκ τῆς Ἀσίας καταπλεῦσαι χάριν τοῦ προσκυνῆσαι τοὺς σεβασμίους τόπους, καὶ γενόμενος ἐν αὐτοῖς διέτριψα πολὺν χρόνον, τρεφόμενος ἐκ τοῦ ἐμοῦ ἐργοχείρου· εἶχον γὰρ τὴν τοῦ καλλιγράφου τέχνην. Θεωρῶν δὲ τὸν ὅσιον πορευόμενον συνεχῶς εἰς τὴν τοῦ Χριστοῦ Ἀνάστασιν καὶ εἰς τὰ ἄλλα εὐκτήρια, ἐθαύμαζον ὅτι ἐν τοσαύτῃ ἀσθενείᾳ σώματος οὐκ ὀκνεῖ οὕτως σκύλλεσθαι. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν συναντήσας αὐτῷ ἐν τοῖς ἀναβαθμοῖς τοῦ μαρτυρίου τοῦ κτισθέντος ὑπὸ τοῦ μακαριωτάτου Κωνσταντίνου τοῦ βασιλέως, μὴ δυνάμενον τῷ ποδὶ προσβῆναι, δραμὼν δὲ καὶ προτείνας αὐτῷ τὴν ἐμὴν χεῖρα, παρεκάλουν αὐτὸν ταύτῃ ἐπερείδεσθαι καὶ ἀναβαίνειν τοὺς ἀναβαθμούς. Ὃ δὲ οὐκ ἤθελεν λέγων· Οὐκ ἔστιν δίκαιον ἐμὲ τὸν πορευόμενον αἰτῆσαι συγχώρησιν ἁμαρτιῶν ἐπερείδεσθαι ταῖς χερσὶν ἄλλου· ἀλλ' ἔασον, ἀδελφέ, τὸν θεὸν ἰδεῖν τὸν κόπον μου, ἵνα κατὰ τὴν ἄφατον αὐτοῦ εὐσπλαγχνίαν κἀμὲ ἐλεήσῃ. Ἐπορεύετο οὖν καὶ τῶν θείων λογίων ἠκροᾶτο τοῖς διδασκάλοις ὑποτιθεὶς τὰ ὦτα, καὶ τῆς μυστικῆς τραπέζης ἀεὶ μεταλαμβάνων, ἐπανήρχετο εἰς τὸ καταγώγιον τὸ ἑαυτοῦ. Ὁποῖον μὲν βίον ἔζη δῆλον ἦν. Τοῦ γὰρ πάθους τοσοῦτον κατεφρόνει ὡς νομίζειν αὐτὸν ἐν ἀλλοτρίῳ σώματι τὴν νόσον ἔχειν· ἡ γὰρ τοῦ θεοῦ ἐλπὶς ταύτην ἐξ αὐτοῦ ἀπεφόρτου.
6 Τοῦτο δὲ μόνον αὐτὸν ἐλύπει καὶ ἔδακνεν τὸ διαμεῖναι τὴν περιουσίαν καὶ μὴ κατὰ τὸν εὐαγγελικὸν λόγον διαπραθῆναι καὶ διανεμηθῆναι τοῖς πτωχοῖς. Αἴτιον δὲ τούτου τοῦ ἐμποδισμοῦ γέγονεν τὸ εἶναι τοὺς ἀδελφοὺς αὐτοῦ παῖδας τυγχάνοντας ἡνίκα ἐξεδήμησεν τῆς ἰδίας πατρίδος. Ἀνιώμενος οὖν ἐπὶ τούτῳ, αἰτεῖ με ἤδη συνήθη αὐτῷ ὄντα (ἐξυπηρετούμην γὰρ αὐτῷ διὰ τὴν αὐτοῦ ἀσθένειαν) πλεῦσαι εἰς Θεσσαλονίκην καὶ διανεῖμαι τὴν οὐσίαν μετὰ τῶν αὐτοῦ ἀδελφῶν, καὶ δούς μοι βιβλίον ἐντολῆς καὶ παραθέμενός με τῷ κυρίῳ ἀπέλυσεν, παρασχὼν ἐλάχιστα δαπανήματα· οὔτε γὰρ ηὐπόρει τότε. Εὐθέως δὲ κατελθὼν εἰς Ἀσκάλωνα καὶ εὑρὼν πλοῖον ἀνήχθην, καὶ δι' ἡμερῶν δέκα τριῶν εὐπλοήσαντες, ἐγενόμεθα εἰς