ἀνατίθημι, ὡς ἂν τῇ ταύτης κρίσει καὶ μεγαλοφυεῖ διαγνώσει διατεθῇ τὰ καλῶς 6 ἔχοντα, καὶ εἰ μή τι ἄλλο, τόγε πρόθυμον τῆς ἐμῆς δουλώσεώς τε καὶ πίστεως εὐπρόσδεκτον λογισθῇ θυμίαμα τῇ σῇ βασιλικωτάτῃ καὶ φιλανθρώπῳ μεγαλειότητι, μετρεῖν εἰδυίᾳ μὴ τῇ ἀξίᾳ τοῦ διδομένου ἀλλὰ τῇ διαθέσει καὶ πίστει τοῦ διδόντος τὸ ἀνταπόδομα.
7 ΙΣΤΟΡΙΑ ΕΚΤΕΘΕΙΣΑ ΠΑΡΑ ΜΙΧΑΗΛ, ΑΙ∆ΕΣΙΜΩΤΑΤΟΥ ΚΡΙΤΟΥ ΕΠΙ ΤΟΥ ΙΠΠΟ∆ΡΟΜΟΥ ΚΑΙ ΤΟΥ ΒΗΛΟΥ, ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ.
Τὸ τῆς ἱστορίας χρῆμα πολλοῖς τῶν πάλαι σοφῶν σπουδασθὲν οὐ παρέργως, χρήσιμον ἐς τὰ μάλιστα κατεφάνη τῷ βίῳ, τοὺς τῶν ἀρίστων καὶ μὴ τοιούτων βίους ἀνακαλύπτον, καὶ πράξεις ἐπιφανεῖς ἐξ ἀνεπιλήπτου βουλῆς καὶ σπουδῆς διαγράφον, καὶ ἀδοξίας αὖ πάλιν ἐκ δυσβουλίας ἢ ὀλιγωρίας τῶν προεστώτων τοῖς πράγμασιν, ἐξαιρέτως δὲ τῶν ἀρχικὴν μετιόντων ἀξίαν, ὅπως ἄλλοι μὲν ἐξ ἐπιμελοῦς στρατηγίας προφανεῖς κινδύνους κατηγωνίσαντο, καὶ ὅπως ἕτεροι, τῆς νίκης ἤδη προσμειδιᾶν ἐπειγομένης αὐτοῖς, διέφθειραν τὰς ἐπὶ τὸ κρεῖττον ἐλπίδας, μὴ συνετῶς χρησάμενοι τοῖς ἐμπίπτουσι. ταῦτα τοίνυν διὰ τῆς ἱστορίας ἀπογυμνούμενα, πολλήν, ὡς 8 ἔφαμεν, εἰσενηνοχότα τὴν χρησιμότητα, διδασκαλία σαφὴς χρηματίζοντα καὶ ῥυθμὸς τῶν μετέπειτα, πρὸς μίμησιν ἀτεχνῶς ἕλκοντα τῶν εὖ διακεκριμένων καὶ ἀποτροπὴν τῶν ἀσυμβούλως καὶ δυσκλεῶς πεπραγμένων ἐν πολέμοις καὶ μάχαις καὶ λοιποῖς ἀναγκαιοτάτοις ἐπιχειρήμασι καὶ προβλήμασι. διὸ δὴ ἔδοξε κἀμοί, καίτοι μυρίαις ἀσχολίαις ἀλύοντι περὶ τὸ στρατόπεδον καὶ δικαστικοῖς διαλόγοις ἀεὶ περιδονουμένῳ καὶ ὅσαι ὧραι τοῖς ἐξ αὐτῶν συγγράμμασι κάμνοντι, προσθήκην ἐμποιῆσαι τοῖς πόνοις καὶ μικρὰ ἄττα διαλαβεῖν βραχεῖ τινι ῥήματι καὶ ἁπλοϊκῷ, καθὰ προσήκει τοῖς ἱστορίας συγγράφουσιν, ὅτι μὴ ἀγωνιστικὸς ὁ λόγος καὶ διὰ τοῦτο μεθόδου προσδεόμενος τεχνικῆς, ἀλλ' ἱστορικὸς καὶ διπλόης ἁπάσης καὶ ἀκαιρολογίας ἀνώτερος, περὶ ὧν οὐκ ἀκοῇ καὶ μύθοις ἑτέρων παρέλαβον, ἀλλ' ὧν αὐτὸς αὐτόπτης καὶ θεατὴς ἐχρημάτισα, ἵνα μὴ λήθης βυθοῖς διὰ τῆς τοῦ χρόνου παραρροῆς τὰ λόγου καὶ ἄξια συγχωσθεῖεν, ἀλλὰ τὴν μνήμην ἀθάνατον ἔχωσιν. Ἄρτι τὰ Ῥωμαίων σκῆπτρα διέποντος τοῦ τῆς εὐσεβοῦς λήξεως βασιλέως Μιχαήλ, ᾧ πατρὶς ἡ τῶν Παφλαγόνων ἐγνωρίζετο ἐπαρχία, κατεπολεμήθη τὸ τῶν Ἀγαρηνῶν φῦλον πρὸς ἑσπέραν ἐν Σικελίᾳ ναυτικαῖς τε καὶ πεζικαῖς Ῥωμαίων 9 δυνάμεσι· καὶ εἰ μὴ διαβληθεὶς περὶ τυραννίδος ὁ τὴν στρατηγίαν τῶν ὅλων ἐμπιστευθεὶς Γεώργιος ἐκεῖνος ὁ Μανιάκης ἐκ μέσου γέγονε, καὶ ἄλλοις ἀνετέθη τὰ τοῦ πολέμου, κἂν ὑπὸ Ῥωμαίοις ἐτέλει νυνὶ νῆσος οὕτω μεγάλη καὶ περιβόητος καὶ πόλεσι περιεζωσμένη μεγίσταις καὶ τῶν ἄλλων χρηστῶν οὐδενὸς ἀποδέουσα. νῦν δὲ ὁ φθόνος καὶ τὸν ἄνδρα καὶ τὰς πράξεις καὶ τοσοῦτον κατειργάσατο ἔργον· αἰσχρῶς γὰρ καὶ ἀγεννῶς βουλευσαμένων τῶν ὕστερον στρατηγῶν σὺν αὐτῇ καὶ τὸ πλεῖστον τοῦ στρατεύματος ἀπολώλει Ῥωμαίοις. οὐ μὴν δὲ ἀλλὰ καὶ οἵ ποτε σύμμαχοι καὶ τῆς ἰσοπολιτείας ἡμῖν συμμετέχοντες, ὡς καὶ αὐτῆς τῆς θρησκείας, Ἀλβανοὶ καὶ Λατῖνοι ὅσοι μετὰ τὴν ἑσπερίαν Ῥώμην τοῖς Ἰταλικοῖς πλησιάζουσι μέρεσι, πολέμιοι παραλογώτατοι ἐχρημάτισαν ἐμπεπαρῳνηκότος εἰς τὸν ἄρχοντα τούτων τοῦ τότε τὴν στρατηγίαν ἰθύνοντος Μιχαὴλ δουκὸς τοῦ ∆οκειανοῦ. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· Μυσοὶ δέ, οἷς εἰδικὴ προσηγορία τὸ τῶν Βουλγάρων καθέστηκεν ὄνομα, τηνικαῦτα τοὺς τῆς δουλώσεως ἀποπτύσαντες χαλινοὺς εἰς ἀποστασίαν προκεχωρήκεσαν, καὶ τὸν βασιλέα περὶ τὰ ἐν Θεσσαλονίκῃ διατρίβοντα ὅρια, καὶ μόνους τοὺς ἐν τῇ αὐλῇ