πανδήμου ταύτην Ἀφροδίτης τετήρηκε, οὐδ' ἐν οἷς νενίκητο ἀποσεισαμένην τὸ ἔννομον. Ὁρῶ τὸ σύγγραμμα καὶ πολυμαθείας ἁπτόμενον· φυσικαί τε γὰρ αὐτῷ ὑποθέσεις εἰσάγονται <καὶ> γνωμοτυπίαι τε καὶ θεολογίαι καί τινα καὶ τῆς κινουμένης σφαίρας ἀλλ' οὐδὲ τῶν ἐκ ταύτης γενέσεων πόρρω· δηλοῖ δὲ τὰ {τε} Κρόνεια νεύματα, ἃ φυγεῖν ὁ Καλάσιρις διά τινας ἀπορρήτους λόγους ἐσπούδασεν. οἶμαι γάρ, ἵνα καθ' Ἕλληνας εἴπω, ὅτι μὴ πάντα τὰ σχήματα πρὸς ἓν τοῦτο συνεληλύθασιν. ἀλλ' οὐδὲ τῶν ∆ημοσθένους πόρρω δημηγοριῶν πέφυκε μετὰ τοῦ βακχικοῦ θύρσου καὶ τῆς ἐκεῖθεν ἐμπνοίας. φροντίζει δὲ καὶ τοῦ ἐντυγχάνοντος αὑτῷ, ἀναπαῦον μεταβολαῖς καὶ καινολογίαις καὶ ἐπεισοδίοις καὶ ποικίλαις περιτροπαῖς. γνωμολογεῖ δὲ ὡς εἴπερ τι ἄλλο, ὧν ἐντετύχηκα, καὶ ἵνα μὴ μακρὰ λέγω, <οὕτως> ὥρᾳ καὶ χάριτι συγκεκραμένον ἔχοντι μετὰ τοῦ καλοῦ τὸ ἡδὺ οὐδενὶ {τῷ} ἄλλῳ ἐντυχεῖν τις ἂν δύναιτο.
Τὸ δὲ κατὰ Λευκίππην βιβλίον οἶμαι πρὸς μίμημα ἐκείνης ἀποξεσθῆναι, ἀλλ' οὐ πάντα ὁ ζωγράφος {λόγος} τὰ ἐν τῇ ἀρχετύπῳ γραφῇ πρὸς τὸν ἴδιον χαρακτῆρα μετήνεγκεν, ἀλλὰ τῶν μὲν ἄλλων ἀπολέλειπται, γλυκύτερος δὲ ἐκείνου τὴν φράσιν ἐστί· μὴ γάρ τοι φροντίσας μεγα λοπρεπείας σαφέστερος μὲν διὰ τὴν ἔκπτωσιν γέγονεν, ἡδύτερος δὲ διὰ τὴν λέξιν, δημοτικωτάτην οὖσαν καὶ θεατρικωτάτην παντάπασιν· αἱ γέ τοι πλείους τῶν ἀκοῶν οὐ διότι στωμύλλεται τὰ συγγράμματα ἀγαπῶσιν, ἀλλ' ἢν διαχέωσιν αὐτάς, αἱ τῶν λέξεων ἡδοναὶ κατακόρως ἀσπάζονται. Βούλεται δὲ ἔν τισι τῶν χωρίων ὀρθοῦσθαι, ἀλλ' ἔοικε τοῖς τὰ τῶν ποδῶν ἄρθρα νοσοῦσι· ἐπιλανθάνεται γὰρ ταχὺ τοῦ ὀρθίου νόμου καὶ τῶν συνήθων ἐθῶν ἔχεται. διὰ ταῦτα καὶ ἰδιωτεύειν δοκεῖ τὰ πολλὰ καὶ τῆς Ἀττικῆς ὀρθοεπείας πόρρω που βάλλειν. ἔστι δὲ οὐδὲ νεανικὸν τὸ βιβλίον πρὸς τὰς ὑποθέσεις, οὐδὲ παρακινδυνεύει ταῖς τούτων εἰσαγωγαῖς, ἀλλὰ κατὰ φύσιν χρᾶται τοῖς πράγμασι καὶ τὴν χρονικὴν τάξιν τηρεῖ καὶ τὸ εὐκρινὲς ἀποδέχεται, <τὴν> γλῶτταν τοῦ νοῦ προβαλλόμενον καὶ τὸ σύνηθες τῆς καινότητος. ἐς δημηγορίας δὲ ἀναβαίνων πολὺ παρὰ τὴν τέχνην ἐλέγχεται, δεινότητος μὲν ἀμελῶν καὶ μεθόδου, κάλλους δὲ καὶ συνθήκης ἐνταῦθα φροντίζων καὶ τῆς συνήθους μὴ ἐπιλανθανόμενος ἕξεως. παραδοξοποιεῖ δὲ καὶ καινολογεῖ ὁμοῦ τὰ πραττόμενα· ἀνατέμνει γὰρ τὴν ἐπαφρόδιτον κόρην καὶ καταχώννυσι καὶ αὖθις ἐκ τῶν τοῦ Ἅιδου κευθμώνων ἀνάγει καὶ τοιαῦτ' ἄττα ἐνιαχοῦ διαπράττεται. Ἀλλὰ ταῦτα μὲν ἐκ τοῦ ἀρχετύπου πίνακος παρεκβέβληται· ἀδιαφορεῖ δὲ ταῖς ἐρωτικαῖς ὁμιλίαις καὶ τὴν γλῶτταν ἔχει τοῦ τρόπου κατήγορον· διασκευάζων δὲ ἃ κατὰ τέχνην ἔδει συνάμα εἰπεῖν καὶ οἷον ὑπ' αἴσθησιν ποιῶν ἅ τις ἂν ἐκ τοῦ παρατυχόντος ἰδὼν ἐπιμύσειε, τὰ τῆς τέχνης ἀγνοεῖ παραγγέλματα καὶ διὰ τὸ τῆς καλλιλογίας ἡδὺ ἀνέχεται καταμολύνων τὸν νοῦν. διασπᾷ δὲ καὶ τὸ ἦθος τῆς ἐρωτικῆς συζυγίας καὶ τὸν ἐραστὴν ταχὺ μεταβάλλει καὶ αὖθις ἐπανάγει, τοῦτο μόνον καλῶς ἐνθυμηθείς, ὅτι καὶ τὰς ἀκμὰς τῶν ἐρώτων μαραίνειν ὁ χρόνος ἐπίσταται.
Καὶ ἵνα τὸ πᾶν συγκεφαλαιωσάμενος εἴπω, τὸ μὲν τῆς Χαρικλείας βιβλίον καὶ τῶν ἐννοιῶν ἕνεκα καὶ τῆς καταλλήλου τεθαύμακα λέξεως καὶ διόλου τῶν ἐπαίνων ἠξίωσα. τὸ δέ τοι κατὰ Λευκίππην ἀντ' ἄλλου τινὸς ἐπεισοδίου ἀρκεῖν ἡγοῦμαι τῷ ῥήτορι, ἵν', εἴ που βουληθείη ταῖς ἐκεῖθεν χάρισι μέρη τινὰ τῶν ἑαυτοῦ λόγων περιανθίσαι, λαμβάνῃ ἐκ τοῦ σχεδὸν εἴ τι ἐκείνῳ εἰς κάλλος κομμωτικὸν εἰσενήνεκται. Ἔχεις, ὦ φιλότης, τὴν τῶν βιβλίων διάκρισιν ἐν κεφαλαίοις πολλὰ δυναμένην. οὐ γὰρ τῶν κατὰ μέρος ἡψάμεθα, ἀλλὰ κεφαλαιώδεις ἐπιτομὰς τῶν χαρακτήρων σοι πεποιήκαμεν.