παρ' ἐκείνου ἕκαστος εὐηργέτησθε, τοῦτο ἐνταυθοῖ προθέντας εὐνοίᾳ τῇ πρὸς ἐκεῖνον δεκάσαι τὰς ψήφους, καὶ ἀνθρώπῳ χαριζομένους κατολιγωρῆσαι θεοῦ. νῦν γὰρ ὑμῶν ἡ γνώμη ὥσπερ ἐν ῥοπαῖς πλαστίγγων ἐξετασθήσεται. οὐδὲ γὰρ ἂν οὐδ' αὐτὸς ἐπὶ τὴν κατηγορίαν ταύτην ἐλήλυθα, εἰ μὴ πρότερον τοὺς οἰκείους ἐξακριβωσάμενος λογισμοὺς ἀδεκάστους πρὸς τὸν λόγον κεκίνηκα. ὁρᾶτε τοίνυν, ὡς ἐπιστημονικὴν καὶ ἀκριβεστάτην τὴν εἰσαγωγὴν τοῦ πρώτου κεφαλαίου ποιήσομαι· προθήσομαι γὰρ ὥσπερ οἱ γεωμέτραι κοινὰς ἐννοίας τῆς εὐσεβείας καὶ ἀξιώματα, ἵνα πρὸς ἐκεῖνα τοὺς τῶν αἱρέσεων λόγους ἀντεξετάζητε. Εὐσέβεια τοίνυν ἐστὶν ὡς ἐν ὑπογραφῆς λόγῳ ὁμολογία τῆς ἁγίας καὶ μακαρίας τριάδος καὶ πίστις τοῦ εὐαγγελικοῦ καὶ θείου κηρύγματος. καὶ πιστὸς ἐκεῖνός ἐστιν, οὐχ ὃς τὰ μὲν παρεδέξατο τῶν δογμάτων, ὧν οἱ πατέρες παρέδοσαν, τὰ δὲ ἀπώσατο περὶ ὧν ἠμφισβήτησεν, ἀλλ' ὃς τοῖς ἄνωθεν ἡμῖν παραδεδομένοις ἀπό τε τῶν εὐαγγελικῶν κηρυγμάτων ἀπό τε συνόδων ἱερῶν καὶ κανόνων ἀκριβῶς καὶ ἀνενδοιάστως ἐστοίχησε. πρὸς δὲ τούτοις καὶ τοῦτο κοινῇ διομολογησόμεθα, ὅτι δεῖ τὸν εὐσεβεῖν ἀληθῶς ἐπαγγελλόμενον οὐ περὶ τὰ πρῶτα μόνον καὶ τελευταῖα τῆς θεολογίας ἀδιάστροφα δόγματα ἠκριβωμένην ἔχειν τὴν ἔννοιαν, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν πατρικῶν ἐθῶν καὶ νομίμων ἔχεσθαι. εὐσεβεῖς δὲ ὑποληπτέον οὐ τοὺς μὴ σαβελλίζοντας μέν, ἑλληνίζοντας δέ, οὐδὲ τοὺς μὴ ἀρειανίζοντας μέν, τὰ δὲ Χαλδαίων πρεσβεύοντας. καθαρεύει γὰρ ὁ τῆς ἐκκλησίας περίβολος οὐ τῶν ἐν αὐτῇ μόνον διαφθαρέντων, Ἀπολιναρίων φημὶ καὶ Νεστορίων καί Εὐτυχῶν καὶ τῆς λοιπῆς σειρᾶς τῶν αἱρέσεων, ἀλλὰ καὶ Ἰουδαϊκῆς σκιαγραφίας καὶ Ἑλληνικῶν λόγων καί, ὅσα ἡ τῶν Χαλδαίων φιλοσοφία περί τε χρησμῶν καὶ πνευμάτων διαφορᾶς καὶ κατόχων καὶ θεῶν διαιρέσεως ἐμυθολόγησεν ἀναπλάσασα. τούτων οὖν οὕτως ἡμῖν ἐκκειμένων καθαπερεὶ αὐτοπίστων ἀξιωμάτων, εἰ μὲν ἐπιδείξω τὸν νῦν εὐθυνόμενον τῷ λόγῳ ἀρχιερέα μέρη τινὰ τούτων παραδεξάμενον καὶ τιμήσαντα καὶ προσδιαφθαρέντα τοῖς τῶν τοιούτων ἀσεβημάτων εἰσηγηταῖς καὶ γεννήτορσιν οἰκειωσάμενόν τε τούτους οἷα δὴ προστάτας τῆς ἑαυτοῦ ψυχῆς καὶ τῆς περὶ τὴν πίστιν καινοτομίας κανόνας καὶ διδασκάλους, εὐθὺς ἀναστάντες καταψηφίσασθε. εἰ δ' οὖν, ἀλλά μοι τὴν ἀμφισβήτησιν ἐν γράμμασι δότε, ἵν' ἢ παύσωμαι μηδὲν ἀκριβῶς τῶν θειοτέρων εἰδὼς ἢ διαλύσωμαι τὸ ἀμφίβολον. ἀρχομένῳ δέ μοι τῆς ἐξετάσεως τῷ λόγῳ συμμαρτυρήσατε, ἵν' εὐθὺς ἔχω τὸ ἀνεπίληπτον. Οὐχ ἅπαντες ὑμεῖς ούνιστε ἢ οἱ πλείους ὑμῶν, ὡς οὐδεμία μερίς πρὸς θεὸν τοῖς Χιώταις ἐστὶ μοναχοῖς, τῷ τε Νικήτῃ καὶ τῷ Ἰωάννῃ; περὶ ὧν τὰ ὦτα ὑμῶν πολλάκις διατεθρύληται, ὅτι τοὺς μὲν τῶν πατέρων κανόνας παραβεβήκασι, καινὰ δὲ ἔθη καὶ νόμιμα περί τε ἐνεργείας πνευμάτων καὶ ἐκκλησιαστικῆς τάξεως πρῶτα μὲν τοῖς οἰκείοις μοναστηρίοις ἐκαινοτόμησαν, ἔπειτα δὲ καί τισιν ἄλλοις, τελευταῖον δὲ καὶ τῷ μεγάλῳ ἡμῶν καὶ θείῳ ἀρχιερεῖ τῆς τῶν ἀσεβημάτων λύμης μεταδεδώκασιν. οὗτοι γάρ, ἵν' εἰδότας ὑμᾶς ὑπομνήσω, διεφθορότα τῇ ψυχῇ συλλεξάμενοι δόγματα, καὶ τὸ μὲν θεῖον παρωσάμενοι πνεῦμα, πονηρὸν δέ τι καὶ γυναικεῖον ἀναπλασάμενοι καὶ πρεσβεύσαντες θεαγωγίας τέ τινας καὶ ἀρρήτους ἀνακινήσεις καὶ ἀναβακχεύσεις θαυμάσαντες καὶ τιμήσαντες μέχρι τῆς ζώνης ἴσως καὶ τοῦ ἐνδύματος, ἵν' ἦ αὐτοῖς ἀπὸ ῥοπάλου μόνου καὶ δέρματος Ἡρακλῆς, εἶτα δή τινα θεσπιῳδὸν καὶ προφῆτιν ἐκ τῶν τριποδικῶν, ὡς ἂν εἴποι τις, λεβήτων εἰσποιησάμενοι καὶ ἐκ τοῦ θεάτρου θεοποιήσαντες, ἔπειτα δὴ καὶ πρὸς τὸ ἀνδρικώτερον σχηματίσαντες καὶ θεοφορίαν καὶ ἐπίπνοιαν σχεδιάσαντες, τὰς κώμας περιῄεσαν καὶ τὰς πόλεις, συναγυρτεύοντες ταύτῃ καὶ τῆς μαντείας προκαταρχόμενοι, ἵν' αὐτοὶ μὲν εἶεν Ἀπόλλωνες, ἡ δὲ ὑποφῆτις καὶ θεοπρόπος, μονονοὺ τῷ στομίῳ