1

 2

2

νύκτα λογισμῶν πλεῖον ὑμᾶς ἐκκαίειν κατὰ τῶν ἀδελφῶν. επη 4,30 Ὥσπερ γὰρ δήλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαός, ἐσφράγισεν ἡμᾶς ἐν τῷ βαπτίσματι· αὕτη γὰρ ἡ ἡμέρα τῆς ἀπολυτρώσεως. 451 επη 5,16 Ἢ οὕτως· ὁ καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος· πάροικοι γάρ ἐσμεν. ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον αὐτὸν ἴδιον. πῶς δὲ ἔσται τοῦτο; διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ· τότε γὰρ οὗτος ἴδιος γίνεται, ὅτι αἱ ἐν αὐτῷ πράξεις καλαὶ ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι, ὥσπερ αἱ κακαὶ κατακρίνουσαι. επη 5,18 Ὁ γὰρ οἶνος πρὸς εὐφροσύνην, οὐ πρὸς μέθην δέδοται. επη 5, 21 ∆ιὰ γὰρ τοῦ ὀνόματος τοῦ Χριστοῦ πάντα ἡμῖν ὑπάρχει. Ὅταν γὰρ ἕκαστος ἑκάστῳ εἴη ὑποτεταγμένος, καὶ μὴ διὰ πρᾶγμα κοσμικὸν ἢ ἄτοπον, ἀλλὰ διὰ φόβον Χριστοῦ, τί ἔσται λοιπὸν ἐν μέσῳ κακόν; επη 5,24 Τὸ ἅπαν πλῆθος· ἐν γὰρ τοῖς καθ' ἕκαστον ἔνι καὶ ἀνυπότακτος. επη 5,31 Ἐξ αὐτοῦ καθὸ ἀπαρχὴ ἡμῶν ἐστι τῆς δευτέρας πλάσεως, ὥσπερ ἐκ τοῦ Ἀδὰμ διὰ τὴν πρώτην. επη 6,12 Πρὸς τὰ πνευματικά, τοῦτ' ἔστι δαιμόνια τὰ ὄντα, ἢ τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ' αὐτὸν γὰρ τελοῦσιν , ἢ τῶν πονηρῶν πράξεων καθηγηταί. επη 6,14 ∆ύνῃ δὲ καὶ ὡς πρὸς τὸν Χριστὸν νοῆσαι, τὸν ὄντως ἀλήθειαν ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια ὃν καὶ ἐνδεδύσθαι, οὐ μόνον περιεζῶσθαι τοῖς ἀνθρώποις δεδώρηται· ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 452 επη 6,17 Ἢ ὅτι τὰ πνευματικὰ λέγει χαρίσματα ἅπερ ἐστὶ διὰ ῥήματος καὶ προστάγματος θεοῦ, ἢ τὸ ὅπερ ἐστὶ ῥῆμα θεοῦ τῷ κάτω συζευκτέον, ἵνα ᾖ οὕτως· ὅπερ ἐστὶ ῥῆμα θεοῦ καὶ πρόσταγμα, τοῦτο, φησί, ποιεῖτε. ποῖον; διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἵνα εἴητε, φησίν. ἢ κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμά ἐστι θεοῦ· τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ. οὕτω μᾶλλον ὁ μακάριος Ἰωάννης. διὰ γὰρ ῥήματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα· πᾶν γὰρ ὃ ἐὰν αἰτήσητε, φησίν, ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν, φησὶ ὁ Χριστός. επη 6,19 Ἢ ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἢ ἵνα εὐαγγελίζωμαι.