1

 2

2

ἀκαθαρσίας· καὶ εἰς τὰ καταχθόνια παραγέγονεν, καταλύων αὐτῶν ἐκεῖ τὴν τυραννίδα. "Ταῦτα δὲ οὔτε ταῖς ἰδέαις." Τὰ εἴδωλα, φησὶν, οὔτε λαμπρά εἰσιν, ὡς ἥλιος καὶ σελήνη· οὔτε δραστικὰ, ὡς πῦρ καὶ ἄνεμος. Εἰ δὲ ταῖς ἰδέαις καὶ τῇ δυνάμει ἀσυγκρίτως αὐτῶν διαφέροντα οὐκ εἰσὶν θεοὶ, πῶς αὐτὰ νομιστέον εἶναι θεούς; "Σημεῖά τε ἐν ἔθνεσι." ∆ιὰ τοῦτο ἴσως καὶ Φαρισαῖοι ἠρώτων τὸν Σωτῆρα, λέγοντες· Τί σημεῖον δεικνύεις ἡμῖν ἀπ' οὐρανοῦ; Ἤρκει δὲ μόνος ὁ ἀστὴρ δεῖξαι τὸν τεχθέντα ὅτι ἐστὶ Θεός· καὶ τὰ ἐπὶ τοῦ σταυροῦ γεγενημένα, ἔδειξεν αὐτοῦ τὴν θεότητα, ὅτε ὁ ἥλιος τὰς ἰδίας συνέστειλεν ἀκτῖνας· καὶ ἡ οὐρανόθεν ἐνεχθεῖσα φωνὴ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Ἰδοὺ τοιγαροῦν καὶ τὰ ἐξ οὐρανοῦ σημεῖα. "Προβασκάνιον." Ἑλλήνων οἱ λόγοι προβασκάνια, καὶ κεράμβηλα καλοῦσιν, ἅτινα ἱστῶσιν οἱ ἀγροφύλακες πρὸς φόβον ὀρνέων ἢ καὶ ἀνθρώπων· ταῦτα δὲ καὶ μορμολύκεια καλοῦνται. "Αὐτά τε ἐξ ὑστέρου βρωθήσονται." Ὑπὸ τοῦ χρόνου δηλονότι. Τοῦ θείου προστάγματος τηροῦντα τοὺς ὅρους. "Κρεῖσσον οὖν ἄνθρωπος δίκαιος." Τὸ κρεῖσσον, οὐ κατὰ σύγκρισιν, ἀλλ' ἀντὶ τοῦ, ἐπαινετὸς παρὰ Θεῷ, οὐκ ἔχων δὲ εἴδωλα, οὐ μόνον αἰσθητὰ, ἀλλ' οὐδὲ κατὰ ψυχὴν τὰ τῆς ἁμαρτίας εἴδωλα περιφέρων. "Ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ." Ὁ γὰρ 93.780 καθαρὸς καὶ πράξει καὶ διανοίᾳ, ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ μετὰ τῶν εὐλογουμένων καὶ οὐ καταρωμένων τὴν δεξιὰν στήσεται στάσιν. Ἀντιβολήσωμεν τοιγαροῦν καὶ ἡμεῖς ποδηγὸν ἡμῶν γενέσθαι τὸν τῶν ὅλων Θεόν· ἵνα τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ κατὰ τὴν προφητικὴν πορευόμενοι μελῳδίαν, μὴ ἐκκλίνωμεν δεξιὰ ἢ ἀριστερά· ἀλλὰ τὴν βασιλικὴν ὁδὸν ὁδεύσωμεν, τὴν ἀπάγουσαν εἰς τὴν αἰώνιον ζωήν. Ἧς ἐπιτυχεῖν ἡμᾶς γένοιτο χάριτι, καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.