συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον. Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμ πῖπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταρά κτην, καὶ ἴβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, καὶ κύκνον. Καταγράψει δ' ἂν ἐφ' ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν· 17.28 ὡς καὶ αὐτὸν ὑποφέρει οὐ παραιτεῖσθαί τι τὸν ἐπὶ ζωῇ κίνδυνόν τε καὶ φόβον. Ὁ μὲν γὰρ ἱέραξ κατα θρώσκει τε δεινῶς παντὸς ἀσθενεστέρου πετεινοῦ, καὶ κατὰ στρουθίων ἵεται, καὶ διόλλυσι λαβών. Κα ταράκτης γε μὴν καὶ ἴβις καὶ πορφυρίων, προσθείην δ' ἂν ὅτι καὶ πελεκᾶνον, ἐπιβαίνονται τοῖς ἰχθύσι, καὶ τρυφὴν ποιοῦνται τὸν ἐκείνων ὄλεθρον. Τοιοῦτοι δὲ πάντες, ὅσον ἧκ' ἐς τρόπους ἀγριότητα, οἱ παρ' οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς διά γε τῶν σφίσιν αὐτοῖς ἡδὺ, οἱ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ τοῖς τῆς ἀγάπης προσκε κρουκότες θεσμοῖς. ΚΕΦ. Ιʹ. Στίχ. ιθʹ. Καὶ ἐξαίρει λόγους δικαίων. Στίχ. κʹ. ∆ικαίως τὸ δίκαιον διώξῃ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Φώτιον καὶ Ἀνδρέαν πρεσ βυτέρους ἐπιστολῆς. Τουτέστιν, μετὰ τὸ γινώσκειν καὶ πεπαιδεῦσθαι τοὺς τῆς δικαιοσύνης λόγους, διώξεις καὶ ἐπιζητήσεις τὸ δίκαιον, καθαρεύων πάσης προσπαθείας· καὶ ταύτῃ τὸ δίκαιον δίκαιος ὢν ζητήσεις, καὶ πανταχόθεν περιπεφραγμένος, καὶ ἔσω τῶν ὅρων τῆς δικαιοσύ νης ἱστάμενος. Πολλοὶ γὰρ αὐτὸ τὸ ἐθέλειν δί καιοι εἶναι, μεθυσθέντες τὸν νοῦν διὰ τῆς δικαιο σύνης ἀκριβοῦς αὐτῶν, δικαιοσύνης τὴν δικαιοσύνην ἠδίκησαν. Ὅθεν καὶ ὁ συνετὸς Ἐκκλησιαστὴς, μᾶλλον δὲ ὁ τῆς συνέσεως παιδευτὴς (Χριστὸς γάρ ἐστιν ὁ ἀληθὴς Ἐκκλησιαστὴς, τῆς Ἐκκλησίας ἡ κεφαλὴ, καὶ τοῦ Θεοῦ Πατρὸς ἡμῶν ἡ ἀνωτάτω καὶ ἐνυπό στατος σοφία καὶ λόγος), ἄγχων τὸ πέρα μέτρου, κἂν ἐπὶ τὰ δεξιὰ φέρηται, παραινεῖ· Μὴ γίνου δί καιος πολὺ, καὶ μὴ σοφίζων περισσά. ΚΕΦ. ΙΘʹ. Στίχ. καʹ. Ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ. Ταῦτα μὲν ὁ νόμος ὡς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μα θηταῖς φησιν· Ἠκούσατε, ὅτι ἐῤῥήθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὰ ἑξῆς. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. (Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον· ἐπὶ δὲ τῶν ἡμαρ τημένων ἡμῖν οὐδενὸς δεῖται ὁ Θεός. Αὐτὸς γὰρ ἐπό πτης ἁπάντων καὶ κριτής.) Σημειωτέον, ὅτι καὶ τῶν βεβλημένων εἰς τὸν γάμον παραίτησις ἦν τό· Ἀγρὸν ἠγόρασα, καὶ γυναῖκας ἔγημα. ΚΕΦ. Κʹ. Στίχ. εʹ. Τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν, καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; Εἰς τὸ αὐτό. Τύπος οὖν ἄρα τοῦ παροικίαν ἡ γεῖσθαι μὴ ἀνεχομένου τὴν παροῦσαν ζωὴν, ὁ οἰκίαν οἰκοδομῶν, καὶ ταῖς περὶ ταῦτα φιλεργασίαις σπου δαίως ἐγκείμενος· τοῦ δὲ φιλοκτήμονος καὶ φιλοκερ δοῦς, ὁ ἀμπελῶνα φυτεύων. Τὸν δὲ γυναικομανῆ καὶ 17.29 τεθραυσμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπι δόντα τὸν νοῦν, κατασημαίνειεν ἂν γυναικὸς μνηστεῖαι. Προσιόντι γὰρ τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πληθύος. Ἃ δὲ ἦν εἰκὸς τοὺς τοιούσδε συνειλημμένους ἐννοεῖν τε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κῆρυξ ἀναφωνεῖ. Ἢ οὐκ ἀληθὲς τούτοις τὰ τοιαῦτα νομίζειν; Εἰώθα σι φιλοῦντες ἐν διωγμοῖς τὸ ἀφερέπονον ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης κατακολουθεῖν σπου δαῖς, ἐννοοῦντες, ὅτι, εἴ τι γένοιτο παθεῖν ἀγωνι ζομένους, οἴκων τε καὶ κτήσεων, καὶ τῶν παρὰ σφί σιν τετιμημένων ἐκπίπτουσιν ἐπιθυμιῶν. Στίχ. ηʹ. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; Τοῦ αὐτοῦ. Ὁ τοῖς γηΐνοις ἐγκείμενος, καὶ οἰ κίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλός τε καὶ ἄναλκις. Στίχ. ιʹ. Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολε μῆσαι αὐτήν. Ὅμοιον τοῦ· Εἰς ἣν δὲ πόλιν εἰσέλθητε, ἐξετά ζετε, τίς ἐξ αὐτῶν ἄξιός ἐστιν. Τὸ δὲ, μετ' εἰρήνης, ὅμοιον τῷ ἀποστολικῷ· ὅτι ∆οῦλον Κυ ρίου οὐ δεῖ μάχεσθαι. Στίχ. ιγʹ. Καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας. Τοῦ αὐτοῦ. Μάχαιρα δὲ τοῦ πνεύματος εἴη ἂν ὁ λόγος τοῦ Θεοῦ. Καὶ τὴν μάχαιραν δὲ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα