διδράχμων. Σημειωτέον, ὅτι τάφου τιμή ἐστι τὰ τετρακόσια, τῷ κακωτικὴν εἶναι τὴν τετράδα καὶ ἑκατοντάδα. Καὶ ζητήσας τὰ ὅμοια ἐκ τῶν Γραφῶν εὑρήσεις. 17.16 ΚΕΦ. ΛΖʹ. Στίχ. ιʹ. Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Σαφῶς ἡ μήτηρ τοῦ Ἰωσὴφ πρὸ τῶν ἐνυπνίων ἐτελεύτησεν. Μήποτε οὖν δυνάμεθα τὴν Μαριὰμ καὶ τὸν Ἰωσὴφ εἰπεῖν προφητεύεσθαι προσκυνήσειν τῷ Χριστῷ; ΚΕΦ. ΜΓʹ. Στίχ. κβʹ. Εἶπε δὲ αὐτοῖς· Ἵλεως ὑμῖν, μὴ φο βεῖσθε. Ἔοικεν ὠφεληθῆναι ὁ ἄνθρωπος οὗτος εἰς θεοσέ βειαν παρὰ τῷ Ἰωσήφ. ΚΕΦ. Μʹ. Στίχ. λδʹ. Ἄνδρες κτηνοτρόφοι ἐσμέν. Βδέλυγμα Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων, ἀλλ' οὐχ Ἑβραίοις. Εἰ μὲν οὖν ὡς ποιμὴν ἐφέστηκεν ἡμῖν, βδέλυγμά ἐστιν Αἰγυπτίοις· εἰ δὲ ὡς μισθωτὸς, τάχα καὶ φίλος Αἰγυπτίοις.