μὴ τὰ τοσαῦτα ψεύδη καὶ πιθανὰ παρεισεληλύθει· διὰ τοῦτο [···]ν πῶς 130 ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ ψεύσματι <ἐπερίσσευσεν> *** Τὸ δ' ὅμοιον καὶ νόει περὶ ἄλλων δογμάτων ἐν οἷς τρία γένη ἀγαθῶν εἶναι λέγεται, τὰ μὲν | περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ περὶ τὰ ἐκτός, καὶ τὴν εὐδαιμονίαν συμπληροῦσθαι οἱ τοιοῦτοι διδάσκουσιν ἐκ τῆς τριγενείας αὐτῶν. Οὗτοι δὲ καὶ τὴν πρόνοιαν διακόψαντες ἱστᾶσιν αὐτὴν μέχρι τῶν σελήνης ὅρων, τὸ κάτω ἀταξίᾳ παραδόντες καὶ αἴροντες Θεὸν καὶ πρ[νοιαν ἀπὸ τῶν τῇδε *** καὶ ἐκ τούτων οὖν δῆλον πῶς εἴρηται τὸ «Ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευ σεν». Περισσεύει δὲ ἡ ἀλήθεια | τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ πολλῷ καὶ ποικίλῳ ψεύσματι εἰς δόξαν Θεοῦ *** [... οὐ] μόνον ὡς ἄνθρωπος λοιδοροῦ μαι ἀλλὰ μήποτε ὡς Θεὸς βλασφη[···]μ··[··] ἀνθρώπων τὸ ἐν δίκῃ ἔσται *** [Rom. 3, 9-18] Μετὰ ταῦτα, ὡς ἔθος ἐστὶν αὐτῷ διδα´̣σ̣κειν ἀπὸ τῶν γραφῶν, βούλεται ῥητὰ συναγαγεῖν πῶς πάντες Ἰου|δαῖοί τε καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ «Καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς», καὶ ἐμοὶ δοκεῖ ἀποδόσε̣ως ἕνεκεν δεῖν 132 οὐ μόνον ἐνταῦθα ἀλλὰ καὶ εἴ που ἀλλαχοῦ μέμνηνται οἱ Ἰησοῦ Χριστοῦ διάκονοι τῆς καινῆς διαθήκης ῥητῶν νομικῶν ἢ προφητικῶν ἐπιμελῶς προσ έχειν ποῦ γέγραπται ἃ παρατίθενται, καὶ εἰ αὐταῖς ‖ λέξεσι χρῶνται τοῖς γεγραμμένοις ἢ ἐσθότε μεταποιήσαντες αὐτά. <Τὸ οὖν> «Οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεὸν» αὐταῖς λέξεσιν οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου ψαλμοῦ καὶ τοῦ πεντηκοστοῦ δευτέρου μεταπεποιῆσθαι ὑπὸ τοῦ ἀποστόλου τὰ ῥητά. Ἐν μὲν γὰρ τῷ τρισκαιδεκάτῳ ψαλμῷ εἴρηται· «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν | ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν Θεόν», ἐν δὲ τῷ πεντηκοστῷ δευτέρῳ «Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν Θεόν». Ἔοικεν οὖν νενομικέναι ἰσοδυναμεῖν τὸ «τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν Θεὸν» τῷ «οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν». Καὶ τὸ «Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς» νομίζω γεγονέναι ἐκ τοῦ «Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός»· ὥστε ὅσον ἐπὶ τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι, | ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσιν ταῖς αὐταῖς χρησάμενον καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον «οὐκ ἔστιν» *** Μετὰ τοῦτο τίθησιν τὸ «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν» ὥσπερ και··· † ωσυνπεριφερομαι με·[····]·ι̣ω̣μ̣ε̣ν̣ω̣ ἀπό τινος τῶν ψαλμῶν· τὸ δὲ ἐπὶ τούτοις «Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει» ἔοικεν γεγονέναι ἀπὸ 134 τοῦ ἐν τῷ ἐνά|τῳ ψαλμῷ οὕτως εἰρημένου «Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου». Εἶθ' ἑξῆς τοῦτό ἐστιν· «Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα»· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἡσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδό σεσιν, ἐν τῷ «Ταχινοὶ ἐκχέαι αἷμα», ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ ἐκδόσει τῶν Ἑβδομήκοντα. Τὸ δὲ «Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν» μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς· οἶμαι δὲ ἔν τινι τῶν προφητῶν γεγράφθαι· † σαινομε γὰρ ἔν τινι τῶν προφητῶν γεγράφθαι τὸ «Ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν», ἐν δὲ ψαλμοῖς «Οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν». Ἔοικεν οὖν πλείοσιν ῥητοῖς κεχρῆσθαι ἵνα διδάξῃ πῶς οἶδεν ἡ γραφὴ αἰτιαθέντας Ἰου|δαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι *** καὶ εἴπερ τοὺς μὴ Ἰουδαίους Ἕλληνας ὀνομάζει πάντας, τὸ «Ἰουδαῖος» ὄνομαοὐκ ἔθνους ἀλλὰ προαιρέσεώς ἐστιν ὄνομα. Κἂν γὰρ μὴ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τις ᾖ, ἀλλογενὴς ἀσπασάμενος τὰ Ἰουδαίων καὶ γενόμενος προσήλυ τος, εὐλόγως ἂν οὗτος Ἰουδαῖος χρηματίζοι | π··τε αυτα εἴ τις ἐν Ἰουδαίοις γεννηθεὶς τὰ τῶν ἐθνῶν ἀσπάζ[οι]το, οὗτος ἐξομοσάμενος τὸν Ἰουδαισμὸν προσήλυτος ἂν χρηματίζοι ἐκείνων ὧν ἀπεδέξατο τοὺς νόμους καὶ τὸν λόγον *** καὶ εἰ μὲν προτίθεταί τις βιῶσαι κατὰ τὸ γράμμα τοῦ νόμου, ἐν φανερῷ Ἰουδαῖός ἐστιν· εἰ δὲ κατὰ τὸν πνευματικὸν νόμον, ἐν κρυπτῷ Ἰουδαῖος | ἂν τοιοῦτος λέγοιτο *** περὶ δὲ Ἑλλήνων εὐλόγως ἐπιστήσαι τις