οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος τοῦ Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ πτεροφυοῦν τες μαθηταὶ καὶ κατὰ τὸν Σολο μῶνα κατασκευάσαντες πτέ ρυγας ὡς ἀετοὶ μεγαλοφυῶς καὶ βασιλικῶς, πρὸς τὸ πάθος Χριστοῦ πεπι στευκότες· διὸ οὐ γῦπες, οὐ κόρακες, ἀλλὰ τὸ μὴ νεκρο βόρον ζῷον. 99.10 οἷς λεκτέον κατὰ τὸ ῥητόν, ὅτι ὡς ἀπὸ τοῦ πολλοῦ τῆς ἐκπυρώσεως καπνοῦ ἢ ἀπὸ τοῦ μη κέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν οἱ μεγάλοι φωστῆρες σκοτίζονται καὶ οὐ διδόασι τὸ φῶς, οὕτω μαραινομένου τοῦ ἐν τοῖς ἄστροις φωτὸς τὸ λεῖπον γεῶδες οὐ δυνάμενον μετεωρίζεσθαι ἔξεδρον ἀπὸ τῶν οὐρανῶν ἔσται, αἵ τε λογικαὶ τῶν οὐρανῶν δυνάμεις ξένον σάλον παθοῦσαι καὶ τοῦ διελη λυθότος αὐτοὺς πάλιν κατιόντος σα λευθήσονται, τάχα ἐπὶ τὸ βέλτιον, 100 τό τε σημεῖον, ᾧ εἰρηνοποιήθη τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς φανεῖται, ὡς τοὺς ἀπίστους εἰς συναίσθησιν ἐλθόντας θρηνῆσαι ἐπὶ τῷ κακῶς εἰρηκέναι Χριστιανισμόν. ... ἢ ἀπὸ τοῦ μηκέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν ...) ... τὸ λεῖπον γεῶδες) 101 χρηστέον εἰς ταῦτα τοῖς ἐν Ἡσαίᾳ περὶ τῆς ἡμέρας κυρίου καὶ τοῖς ἐν Ζαχαρίᾳ περὶ τοῦ κόψε σθαι τὰς φυλὰς εἰρημένοις. 103 ἐν δὲ ἀναγωγῇ ἐρεῖς σκοτιζόμενον ἥλιον τὸν διάβολον ἐπὶ πολὺ μὲν μετασχηματιζόμενον ὡς ἄγγελον φωτὸς καὶ πολλοὺς ἀπατήσαντα ὡς ἥλιον, ἐπὶ δὲ συντελείας ἐλεγχθη σόμενον σκότος καὶ ὑποκριτὴν ἀνα τολῆς. σελήνην δὲ οὐ δώσουσαν «τὸ φέγγος» τὴν τῶν πονηρευομένων ἐκκλησίαν, ἐπαγγελλομένην μὲν διδόναι τὸ φῶς, τότε δὲ ἐλεγχθησομένην ἀνατραπέν των αὐτῆς τῶν δογμάτων. τοὺς δὲ ἐν ὑψώμασι λόγων ἐπαιρο μένους «κατὰ τῆς γνώσεως τοῦ θεοῦ» τοὺς πεσουμένους ἀστέρας ἐκ τοῦ ἰδίου οὐρανοῦ. 108 υἱὸν δὲ ἀνθρώπου ἑαυτόν φησιν ὡς ἐνσώματον ἐλευσόμενον ὥσπερ δέ, ὅτε μετεμορφώθη παραλαβὼν τοὺς τρεῖς μαθητάς, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, οὕτως ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐνδοξότερον μετα μορφωθεὶς ἐπὶ πλειόνων ἥξει νεφε λῶν, ὡς ἂν οὐ τρισὶν ἀλλὰ πλείοσιν ὁρώμενος. 110 καθὰ καὶ ἀνελήφθη ἐρχόμενος ἐν νεφέλαις, ὡς ἐν ταῖς Πράξεσιν ἔφησεν ὅτι «νεφέλη ὑπέλαβεν αὐτόν, καὶ ἰδοὺ ἄνδρες δύο εἶπον αὐτοῖς· οὗτος ὁ Ἰησοῦς οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». 112 ἐν δὲ ἀναγωγῇ νεφέλαι, ἐφ' ὧν ἔρχεται ὁ κύριος, αἱ θεῖαι γραφαὶ δεικνύουσαι τὴν ἔνδοξον τοῦ θεοῦ λόγου ἐπιδημίαν 113 συνά γονται δὲ ὑπὸ τῶν ἀγγέλων τοῦ θεοῦ ἤτοι οἱ ἀπὸ τῆς παρουσίας τοῦ Χριστοῦ μέχρι τῆς συντελείας κλητοὶ καὶ ἐκλεκτοὶ ἢ καὶ οἱ ἀπὸ κτίσεως καὶ καταβολῆς κόσμου χαρέντες ἐπὶ τῷ ἰδεῖν τὴν ἡμέραν Χριστοῦ ὡς Ἀβραάμ. 114 τάχα ἐν τῷ μεταξὺ παρὰ τοῖς προ παιδεύουσι τὰ οὐράνια ἀγγέλοις δια τρίβοντες, ἵν' ὑπὸ τελείῳ διδασκάλῳ, λόγῳ <υἱῷ Diehl > θεοῦ, παιδευθέν τες συμβασιλεύσωσιν αὐτῷ. 118 ἄλλως τε συκῇ παραβάλλεται ὁ πᾶς κό σμος, οὗ ἡ συντέλεια προφητεύεται, ἢ ἕκαστος τῶν ἐπὶ τὸ μακαρίως ζῆν ὁδευόντων καὶ τὸ ἰδεῖν τὴν Χριστοῦ λόγου ἔνδοξον ἐσομένην αὐτῷ καὶ τελείαν ἐπιδημίαν. ὡς γὰρ ἡ συκῆ, οὕτω καὶ ὁ κόσμος καὶ ἕκαστος τῶν σῳζομένων νῦν μὲν (ὡς ἐν χειμῶνι) δυνάμει ἔχει φύλλα καὶ καρπούς, ὕστερον δὲ ἐνεργείᾳ 119 τῶν ἐν θέρει φανερωθησομένων. 120 καὶ ὁ χειμασθεὶς δὲ ἐν πειρασμῷ ἐπὶ θέρος ὁδεύει φέρων ἁπαλὸν κλάδον, μὴ σκληρὰν καρδίαν, καὶ αἱ ἐν ἔργοις προκοπαὶ φέρουσι τὰ φύλλα καὶ ἡ τελειότης τοὺς καρπούς (l. καὶ τελειοτάτους καρπούς Diehl). ὡς ἄμπελος δὲ ἀληθινὴ ὁ σωτήρ, οὕτω καὶ συκῆ τὸ ἅγιον πνεῦμα τὸ φέρον τοὺς σωτηρίους καρπούς, 121 τὰ σῦκα τὰ χρηστά, ὧν ἡ παλάθη ἐθεράπευσεν Ἐζεκίαν τὸν βασιλέα. οἱ μὲν πλείους ἀνοίσουσι τὸν λόγον ἐπὶ τὴν καθαίρεσιν τῆς Ἱερουσαλήμ, ἣν εἶδον οἱ καὶ τὸ πάθος τοῦ Χριστοῦ ἰδόντες. λέγει οὖν ὅτι πάντως ἐκ βήσεται τὰ εἰρημένα καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν ... ἢ ἐπεὶ πολύσημος ἐν τῇ γραφῇ ἡ γενεὰ λέξις (δηλοῖ γὰρ καὶ τὸν ἐκ περιτομῆς λαὸν καὶ τὸν ἐξ ἐθνῶν) 122 ἀκουστέον, ὅτι οὐ μὴ παρέλθῃ ἡ ἐν ὄψει τοῦ σωτῆρος τῆς καινῆς διαθήκης γενεὰ οὐδὲ ἐλεύσεται ἐπὶ τὰς ἐπαγγελίας, ἕως οὗ πάντα ἃ εἶπεν ὁ σωτὴρ γένηται. καὶ