1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

οὕτω καὶ ταῦτα ἐν ἔπεσιν, ὡς στοχασμῷ εἰπεῖν, τυγχάνοντα διακοσίοις καὶ πρός. γ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἁγίοις βιβλίοις εὕρομεν, πὴ μὲν πλείονα παρ' ἡμῖν κείμενα ἢ παρ' Ἑβραίοις, πὴ δὲ λείποντα. Παραδείγματος δὲ ἕνεκεν, ἐπεὶ μὴ πάντα οἷόν τέ ἐστι περιλαβεῖν, ὀλίγα ἐκθησό 11.53 μεθα. Οἷον ἐκ τῆς Ἐσθὴρ οὔτε ἡ τοῦ Μαρδοχαίου εὐχὴ, οὔτε ἡ τῆς Ἐσθὴρ, οἰκοδομῆσαι δυνάμεναι τὸν ἐντυγχάνοντα, παρ' Ἑβραίοις φέρονται· ἀλλ' οὐδὲ αἱ ἐπιστολαί· ἀλλ' οὐδὲ ἡ τῷ Ἀμμὰν ἐπὶ καθαιρέσει τοῦ τῶν Ἰουδαίων ἔθνους γεγραμμένη, οὐδὲ ἡ τοῦ Μαρδοχαίου ἐξ ὀνόματος Ἀρταξέρξου ἀπολύουσα τοῦ θανάτου τὸ ἔθνος. Ἀλλὰ καὶ ἀπὸ τοῦ Ἰὼβ, τὰ ἀπὸ τοῦ· «Γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι, μεθ' ὧν ὁ Κύριος ἀνίστησιν,» ἄχρι τέλους, οὐ κεῖται παρὰ τοῖς Ἑβραίοις· διόπερ οὐδὲ παρὰ τῷ Ἀκύλᾳ· παρὰ δὲ τοῖς Οʹ, καὶ Θεοδοτίωνι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις. Καὶ ἄλλα δὲ μυρία εὕρομεν ἐν τῷ Ἰὼβ, καὶ κατ' ὀλίγον, καὶ ἐπὶ πλέον ἐν τοῖς ἡμετέροις ἀντιγράφοις, ἢ ἐν τοῖς παρὰ Ἰουδαίοις, κατ' ὀλίγον μὲν, ὅτε «ἀνιστάμενος τὸ πρωῒ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν,» τό· «μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν.» 11.56 Καὶ ὅτε «ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Θεοῦ, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν,» τό· «Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπα- τήσας ἐν αὐτῇ.» Ἔτι δὲ οὐκ ἦν παρ' Ἑβραίοις μετὰ τό· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· «Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.» Πλείονα δὲ ἐν τοῖς ἡμετέροις παρὰ τὰ Ἑβραϊκὰ, ὅτε εἶπε τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ, ἀπὸ τοῦ· «Μέχρι τίνος καρ- τερήσεις; λέγων· Ἰδοὺ, ἀναμενῶ χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου,» ἕως τοῦ· «ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσι·» μόνον γὰρ τὰ ῥητὰ τῆς γυναικὸς ἀναγέγραπται· τό· «Ἀλλ' εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα.» Πάλιν τε αὖ πλεῖστά τε ὅσα διὰ μέσου ὅλου τοῦ Ἰὼβ παρ' Ἑβραίοις μὲν κεῖται, παρ' ἡμῖν δὲ οὐχί· καὶ πολλάκις μὲν ἔπη τέσσαρα ἢ τρία, ἔσθ' ὅτε δὲ καὶ δεκατέσσαρα καὶ δεκαεννέα καὶ δεκαέξ. Καὶ τί με δεῖ καταλέγειν ἃ μετὰ πολλοῦ καμάτου ἀνελεξάμεθα, ὑπὲρ τοῦ μὴ λανθάνειν ἡμᾶς τὴν διαφορὰν τῶν παρὰ Ἰουδαίοις καὶ ἡμῖν ἀντιγράφων; Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῷ Ἱερεμίᾳ κατενοήσαμεν, ἐν ᾧ καὶ πολλὴν μετάθεσιν καὶ ἐναλλαγὴν τῆς λέξεως τῶν προφητευομένων εὕρομεν. Καὶ ἐν τῇ Γενέσει δὲ τό· «Εἶδεν ὁ Θεὸς, ὅτι καλὸν,» ἐπὶ τῷ γενέσθαι στερέωμα, παρ' Ἑβραίοις οὐχ εὑρίσκεται· καὶ πρόβλημα δέ ἐστι παρ' αὐτοῖς οὐ τὸ τυχὸν τοῦτο. Καὶ ἄλλα δὲ ἔστιν εὑρεῖν ἐν τῇ Γενέσει, οἷς σημεῖα παρε 11.57 θήκαμεν τοὺς καλουμένους παρ' Ἕλλησιν ὀβελοὺς, ἵν' ἡμῖν γνώριμον ᾖ τὸ τοιοῦτον· ὡς πάλιν ἀστερίσκους, τοῖς κειμένοις μὲν ἐν τῷ Ἑβραϊκῷ, παρ' ἡμῖν δὲ μὴ εὑρισκομένοις. Τί δέ με δεῖ λέγειν περὶ τῆς Ἐξόδου, ἔνθα τὰ περὶ τὴν σκηνὴν καὶ τὴν αὐλὴν αὐτῆς, καὶ τὴν κιβωτὸν, καὶ τὰ ἐνδύματα τοῦ ἀρχιερέως, καὶ τῶν ἱερέων, ἐπὶ πολὺ παρήλλακται, ὡς μηδὲ τὴν διάνοιαν παραπλησίαν εἶναι δοκεῖν; Ὥρα τοίνυν, εἰ μὴ λανθάνει ἡμᾶς τὰ τοιαῦτα, ἀθετεῖν τὰ ἐν ταῖς Ἐκκλησίαις φερόμενα ἀντίγραφα, καὶ νομοθετῆσαι τῇ ἀδελφότητι, ἀποθέσθαι μὲν τὰς παρ' αὐτοῖς ἐπιφερομένας ἱερὰς βίβλους, κολακεύειν δὲ Ἰουδαίους, καὶ πείθειν, ἵνα μεταδῶσιν ἡμῖν τῶν καθαρῶν, καὶ μηδὲν πλάσμα ἐχόντων. Ἆρα δὲ καὶ ἡ Πρόνοια, ἐν ἁγίαις 11.60 Γραφαῖς δεδωκυῖα πάσαις ταῖς Χριστοῦ Ἐκκλησίαις οἰκοδομὴν, οὐκ ἐφρόντισε «τῶν τιμῆς ἀγορασθέντων, ὑπὲρ ὧν Χριστὸς ἀπέθανεν·» οὗ Υἱοῦ ὄντος «οὐκ ἐφείσατο ὁ Θεὸς,» ἡ ἀγάπη, «ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» Πρὸς ταῦτα δὲ σκόπει, εἰ μὴ καλὸν μεμνῆσθαι τοῦ· «Οὐ μεταθήσεις ὅρια αἰώνια, ἃ ἔστησαν οἱ πρότεροί σου;» Καὶ ταῦτα δὲ φημὶ οὐχὶ ὄκνῳ τοῦ ἐρευνᾷν καὶ τὰς κατὰ Ἰουδαίους Γραφὰς, καὶ πάσας τὰς ἡμετέρας ταῖς ἐκείνων συγκρίνειν, καὶ ὁρᾷν τὰς ἐν αὐταῖς διαφοράς. Εἰ μὴ φορτικὸν γοῦν εἰπεῖν, ἐπὶ πολὺ τοῦτο, ὅση δύναμις, πεποιήκαμεν, γυμνάζοντες αὑτῶν τὸν νοῦν ἐν πάσαις ταῖς ἐκδόσεσι καὶ