Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματική, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις. ἔπρεπε γὰρ τούτοις ὧν τὸ πολίτευμα ἐν οὐρανοῖ ὑπάρχει, θηαυρίζουιν ἐν οὐρανῷ καὶ τὴν καρδίαν ἔχουσιν ὅπου ἐτὶν αὐτῶν ὁ θηαυρό, καὶ ἐν τοῖς ἐπουρανίοις τῶν πνευματικῶν τυγχάνειν εὐλογιῶν. πῶς δὲ ἤδη ἐστὶν εὐλογήσας ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ ἐν τοῖς ἐπουρανίοις, ἄξιον ἐπισκέψασθαι· οὐ γὰρ εἴρηται «ὁ εὐλογήσων» ἡμᾶς. καὶ ὅρα εἰ δύναται τὸ ἐν τοῖς ἐπουρανίοις εἶναι ἀντὶ τοῦ «ἐν τοῖς νοητοῖς καὶ ἔξω αἰσθήσεων·» οὕτω γὰρ καὶ θηαυρίζει τις ἐν οὐρανοῖ, καὶ τὴν καρδίαν οὐκέτι ἔχει ἐπὶ γῆ, τουτέστιν ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς, ἀλλ' ἐν οὐρανῷ, τῇ νοητῇ φύσει ἀεὶ αὐτῇ ὁμιλῶν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον θεωρῆσαι ἡμᾶς, ἀμφότερα εἴρηται περὶ τῆς εὐλογίας, καὶ ὅτι ἐστὶ πνευματικὴ καὶ ὅτι ἐν τοῖς ἐπουρανίοις· καὶ πρὸς τούτοις ὅτι ἐν Χριστῷ, οἱονεὶ ἐν τῷ Λόγῳ καὶ τῇ Σοφίᾳ καὶ τῇ Ἀληθείᾳ καὶ τῇ ∆υνάμει. 3 Eph. i 4b [εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ.] [Ὠριγένης φησί] ζητήσαι δ' ἄν τις πρὸς τὸ εἶναί τινας ἁγίους καὶ ἀμώμους κατενώπιον τοῦ Θεοῦ εἰ μὴ τὸ προφητικὸν ἐναντιοῦται τούτῳ λέγον οὐ δικαιωθήεται ἐνώπιόν ου πᾶ ζῶν· εἰ δὲ κατενώπιον τοῦ Θεοῦ πᾶ ζῶν οὐ δικαιωθήεται, πῶς κατενώπιον αὐτοῦ ἔσονται ἅγιοι; εἰ γὰρ ἅγιοι καὶ ἄμωμοι ἔσονται, καὶ δικαιωθήσονται. ἐπὶ τὴν ἀμφιβολίαν τις καταφυγὼν τοῦ προφητικοῦ ἐρεῖ, τὸ μὴ δικαιοῦσθαι κατενώπιον τοῦ Θεοῦ πάντα ζῶντα τοιοῦτό τι σημαίνειν οἱονεὶ ὅλος καὶ ἐξ ὅλου τοῦ ἑαυτοῦ χρόνου οὐ δικαιωθήεται κατενώπιον τοῦ Θεοῦ τῷ πάντως ἡμαρτηκέναι ποτέ, ὅπερ ἐὰν οὕτως ἔχῃ οὐ κωλύει τὸ εἶναί τινας ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐκ διορθώσεως τοιούτους γεγενημένους· ἢ καὶ τό, <εἰ> μὴ πᾶ ζῶν, ἀλλ' οὖν γέ τινας δικ<αι>οῦσθαι. [i 5] ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. ἤτοι τὸ ἐν ἀγάπῃ τῷ προορίσας συναπτέον, ἢ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ ἐν ἀγάπῃ πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ <διὰ> Ἰησοῦ Χριστοῦ εἰς αὐτόν ὥστε ἡμᾶς εἶναι ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. δηλοῖ δὲ τὸ ὄνομα τῆς «υἱοθεσίας» τὸ μὴ φύσει εἶναι υἱοὺς τοῦ Θεοῦ τοὺς προορισθέντας ὑπ' αὐτοῦ· οὐκ ἂν γοῦν ταχθείη τὸ ὄνομα τῆς υἱοθεσίας ἐπὶ τοῦ Σωτῆρος, ἀλλ' ἐπὶ τούτων οἳ λαβόντε τὸ <π>ν<εῦ>μα τῆς δουλεία εἰ φόβον ἀποδόντε τὸν φόβον ἄξιοι γίνονται ἐλευθερίας καὶ τοῦ ἀκοῦσαι οὐκέτι ὑμᾶ λέγω δούλου, οἳ καὶ διὰ τοῦτο λαμβάνουσι τὸ πνεῦμα τῆς υἱοθεία. ὅτε δέ τις τὸν Υἱὸν λαμβάνει οὐ πρότερον ἐσχηκὼς αὐτόν, τότε καὶ τὸ πνεῦμα κεχώρηκε τῆς υἱοθεία· οὕτως γὰρ διὰ Χριστοῦ ἡ υἱοθεσία ἡμῖν ἐπεισέρχεται. ἐπὶ τῷ μέντοιγε εἰς αὐτὸν καταντῆσαι ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ κατα βολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ διὰ Χριστοῦ· τούτοις γὰρ ἐπιφέρεται τὸ εἰς αὐτόν. [i 5b] κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ. τὸ τῆς «εὐδοκίας» ὄνομα οὐ πάνυ τι τετριμμένον ἐν τῇ τῶν Ἑλλήνων συνηθείᾳ νομίζω ὄν, ὠνοματοποιῆσθαι δὲ ὑπὸ τῶν ἑρμηνευσάντων· ἐχρήσαντο γὰρ τῇ λέξει ἐπὶ τῶν προφητικῶν, ὡς ἐν τῷ πδʹ ψαλμῷ, εὐδόκηα Κύριε τὴν γῆν ου, καὶ ἐν ρεʹ, μνήθητι ἡμῶν Κύριε ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ ου· καὶ ἐν τῷ Ἀμβακούμ, καὶ ἐὰν ὑποτείληται οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. πλὴν ἡ εὐδοκία ἐμφαίνει τὸ «εὖ» καὶ τὸ «δοκεῖν·» ὥστε μὴ ἂν λεχθῆναι ἐπὶ τῶν δοκούντων ἡμῖν οὐ καλῶς, ἀλλ' ἐπὶ μόνων τῶν ἐπαινετῶς δοκούντων. ζητητέον οὖν πῶς ἐν ἀγάπῃ προορίσας εἰς υἱοθεσίαν οὓς προώρισεν ὁ Θεός, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ προώρισε· καὶ ἀπόδειξιν εὑρετέον τοῦ εὐδοκίαν εἶναι τοῦ θελήματος αὐτοῦ ἐπὶ τούτοις· καὶ γὰρ ἐπὶ τῷ ἐπαινεῖσθαι τῆς εἰς τοὺς σωζομένους χάριτος αὐτοῦ τὴν δόξαν εὐδόκησεν αὐτοῦ τὸ θέλημα. 4 Eph. i 6 [ἐν τῷ ἠγαπημένῳ.] [Ὠριγένης φησίν] «ἠγαπημένος» ἁπλῶς λέγεται ὁ Σωτήρ· ἐπεὶ κἂν πλανῶνται οἱ ἄνθρωποι περὶ τὴν τῆς δικαιούνη κατάληψιν καὶ τῆς ἀληθεία καὶ τῆς οφία, πλὴν πάντες ἂν ὁμολογήσαιεν «ἀγαπᾶν» οφίαν καὶ ἀλήθειαν καὶ δικαιούνην. διὰ τοῦτο