«ζῶντος», καθὼς εἶπεν ὁ Θεός, ὅτι «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν 227 Θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός». «∆ιὰ τοῦτο ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ». -»Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής». Οὐδεὶς ἀνὴρ ἐπὶ πόρνῃ ζηλοῖ, ἀλλ' ἐπὶ γυναικὶ γαμετῇ· ἡ μὲν γὰρ πρόκειται πᾶσιν, ἡ δὲ μόνου τοῦ συνοικοῦντός ἐστιν, ἐφ' ᾗ καὶ ζηλοῖ. «Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς» κατὰ Σολομῶντα. Οὕτως ἐπὶ ψυχῆς ἐχούσης ἕνα λόγον ἕνα νυμφίον· ἐπὶ 228.20 δὲ πόρνης τὸ μὲν ἐξῆλθε, τὸ δὲ ἀντεισῆλθε δαιμόνιον καὶ ὁ ζηλῶν οὐδὲ εἷς. Ὅθεν πᾶν εἴδωλον τιμᾶν οἱ τῶν ἐθνῶν προσέταξαν νόμοι. Ὁ δὲ νυμφίος καὶ καλὸς ζηλωτής, κἂν πόρνην ποτὲ παραλάβῃ, σωφρονίζειν ἐθέλει. ∆ιὸ καὶ Ὠσηὲ πόρνην λαβὼν ἔλεγεν· «ἡμέρας πολλὰς καθίσῃ ἐπ' ἐμοί, καὶ οὐ μὴ πορνεύσῃς, οὐδ' οὐ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, κἀγὼ ἐπὶ σοί». Ἐποίει καὶ Θεὸς μέγα δεῖπνον διὰ τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ. Καὶ ἔστι «Θεὸς ζηλωτής», μὴ ἐπιτρέπων ἄλλῳ κοινωνεῖν τῇ ψυχῇ, ἅμα δὲ τῇ πορνείᾳ «βιβλίον ἀποστασίου» διδοὺς κατὰ τὴν ἐν νόμῳ προφασιστικοὺς ἔχουσαν λόγους· ὅπερ ὡς Φαρισαίους κατὰ τὸ γράμμα παρήγαγεν ὁ Χριστὸς κατὰ Παῦλον λέγοντα· «γέγονα τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω». Σαφηνίζει δὲ τοῦτο λέγων· «καὶ τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς 229 μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν. ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν». Ἐὰν δὲ ἐπιστρέψῃ πορνεύουσα, λέγει περὶ αὐτῆς, ἣν «ὁ Θεὸς ἐκαθά- ρισε», «σὺ μὴ κοίνου». Ἀντέχεται μὲν οὖν πάσης ψυχῆς, ἐξιοῦσα δὲ τῆς ἐκκλησίας αὐτὴ μᾶλλον δίδωσι τῷ νυμφίῳ «βιβλίον ἀποστασίου»· καὶ πρὸς αὐτήν· «ἐκπεπόρνευκάς» φησιν «ἐν ποιμέσι πολλοῖς καὶ πρὸς ἐμὲ ἀνέκαμπτες, λέγει Κύριος». Μετανοοῦσαν δὲ παραδεκτέον· ἐὰν δὲ πόρνῃ τις ἔτι τυγχανούσῃ κοινωνήσῃ, ὁράτω ὅτι «ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι». Πορνεύουσαν δὲ Θεὸς οὐκέτι ζηλοῖ· φησὶ γὰρ ἐν Ἰεζεκιὴλ πρὸς τὴν Ἱερουσαλήμ· «διὰ τοῦτο ὁ ζῆλός μου ἀπο 230 στήσεται ἀπὸ σοῦ καὶ οὐ θυμωθήσομαι ἐπὶ σοί». Ἀγαθότητος ταῦτα Θεοῦ· ἐλεῶν θυμοῦται καὶ πλήττει· τῷ δὲ ἐλέῳ συμπαύεται καὶ <ὁ> θυμός.