ἀριστερῶν», ἀλλὰ δηλονότι τῶν τριῶν «ἀνωτέρω». Τοῦτο δέ ἐστιν, ὡς φαίνεται, τὸ πνεῦμα τοῦ «ἀνθρώπου» τὸ ἐν αὐτῷ, τὸ βοηθοῦν τῇ ψυχῇ ... Οὕτως οὖν ἐλαύνεται πάντα ὑπὸ τοῦ λόγου τοῦ Θεοῦ ... ἐλαύνεται οὖν ἤτοι κυβερνᾶται τὰ ὑπερουράνια, «τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια». 354.30 Ὅσοι πονοῦσι περὶ τὰ τοῦ κόσμου πράγματα τοῖς αἰσθητοῖς προσηλωμένοι καὶ οὐδὲν 355 μεριμνῶσι περὶ τῆς πνευματικῆς ζωῆς καὶ τῆς κατὰ τῶν νοητῶν θεωρίας, ἀλλὰ τὰ τοῦ βίου, οὗτοι «τὰ ἴδια διανοήματα τίθενται ἐπὶ τὴν καρδίαν αὐτῶν» καὶ οὐχὶ τοὺς λόγους τοῦ Θεοῦ. Καὶ οὐ χρὴ οὕτως, καὶ μάλιστα «πρεσβυτέρους τοῦ Ἰσραήλ». ∆ιόπερ οἱ τοιοῦτοι «τίθενται τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν πρὸ προσώπου αὐτῶν». Καὶ γὰρ ἡμεῖς ἐσμεν αἴτιοι τῶν κολάσεων ἡμῶν, ὡς καὶ δηλοῖ ὁ λέγων· «πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε». 378 «Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ», ἐντολὴν ἔχει «ὁ πρῶτος σιωπᾶν πάντως». Οὐκ ἐξιστάμενοι οἱ προφῆται προεφήτευον τῷ λαῷ, ἀλλ' ἐν τῷ κατὰ φύσιν ἱστάμενοι καὶ ἑκόντες καὶ εἰδότες ὑπούργουν τῷ πρὸς αὐτοὺς γιγνομένῳ λόγῳ· ὅστις λόγος οὐ κατὰ βούλησιν ἀνθρώπου ἠνέχθη ποτέ, ἀλλ' ἐκ Θεοῦ φέρεται εἰς ἀνθρώπους, οἵτινες ἄνθρωποι ἑκόντες ὑπουργοῦσιν αὐτῷ. ∆ιὰ τοῦτο καὶ ὁ Βαλαὰμ παραγγέλλεται «λαλεῖν τὰ ὑποβαλλόμενα αὐτῷ», ὡς αὐτεξουσίως ἔχων καὶ τοῦ μὴ «λαλῆσαι» αὐτά. Καὶ τοῦτο δὲ αὐτὸ βεβαιοῖ Ἰωνᾶς. 390 «Παροδεύει» ἡμῶν τὴν ψυχὴν ποικίλη δύναμις ἀντικειμένη καὶ «ζητεῖ» τόπον τοῦ εἰσελθεῖν καὶ «πορνεῦσαι» μετὰ τῆς ψυχῆς, οἱονεὶ ὡς ὁ δαίμων τοῦ θυμοῦ, ὁ δαίμων τῆς κενοδοξίας, ὁ δαίμων τῆς λύπης καὶ ἁπαξαπλῶς ἑκάστου πάθους ἡ δύναμις «παροδεύει» διὰ τῆς ψυχῆς καὶ θέλει «πορνεῦσαι» μετ' αὐτῆς, ἐπιπλακεῖσα τῇ προαιρέσει αὐτῆς. (Τοιοῦτόν τι ᾐνίξατο ὁ Νάθαν πρὸς τὸν ∆αυὶδ καλῶν τὸν δαίμονα τῆς πορνείας «ὁδοιπόρον».) ... «Τὰ ἱμάτιά» ἐστιν ἐν τῷ μέρει τούτῳ αἱ ἱεραὶ γραφαὶ καὶ ὁ ἐν αὐταῖς νοῦς. Ἡ οὖν ἐκπεσοῦσα τῆς ἀληθείας ψυχὴ σχίζει τὰ δοθέντα αὐτῇ εἰς εὐσχημοσύνην «ἱμάτια». Οἱονεὶ διελεῖται τὰς γραφὰς καὶ συῤῥάπτει ῥητῷ ῥητὸν οὐ μετὰ τῆς δεούσης πλοκῆς· καὶ συῤῥάψασα ποιεῖ «εἴδωλα» τὰ ἀσεβῆ νοήματα, ἐν οἷς λατρεύουσα «πορνεύει». Τοιαύτη ἐστὶν ἡ ψυχὴ τοῦ αἱρετικοῦ. Αἱρετικὸς δέ ἐστιν οὐ μόνον ὁ κατὰ τὸ φρόνημα ἀπεσχισμένος τῆς ἀληθείας, ἀλλὰ καὶ ὁ κατὰ πρᾶξιν. 396 «Καὶ ᾠκοδόμησας ἑαυτῇ οἶκον πορνικόν». Ἐὰν ἴδῃς ψυχὴν ἐγκειμένην τοῖς βουλομένοις ἐρασταῖς, ὄψει ὅτι «πεποίηκεν οἴκημα πορνικὸν» καὶ ἐπιδέχεται πάντας τοὺς προαιρουμένους «πορνεύειν» μετ' αὐτῆς, δηλονότι τὰς ἀκαθάρτους δυνάμεις. Καὶ μετ' ὀλίγα· Ἔχει ἡ ψυχὴ κάλλος ὑπὲρ τοὺς μοιχούς· ἐκεῖνοι γὰρ ἀπώλεσαν τὸ ἑαυτῶν κάλλος. ∆ιὰ τοῦτο καὶ μοιχοί εἰσι καὶ ἐρῶνται φθεῖραι αὐτῆς τὸ κάλλος ... Ἐν τῇ σωματικῇ πορνείᾳ σώματα «φθείρεται» καὶ ἐν τῇ πνευματικῇ πορνείᾳ «νοήματα φθείρεται». Καὶ τοῦτο δηλοῖ ὁ Ἀπόστολος. 426 Κατὰ μὲν τὸ ῥητὸν ὁ πρῶτος «ἀετός» ἐστιν ὁ Ναβουχοδονόσορ, ὃς «εἰσῆλθεν εἰς τὸν Λίβανον», τὴν «Ἱερουσαλήμ», καὶ «ἔλαβεν ἐκ τῶν ἄκρων τῆς κέδρου» «τὸν βασιλέα τῆς Ἱερουσαλὴμ καὶ τοὺς ἄρχοντας αὐτῆς» καὶ «ἤνεγκεν εἰς γῆν Χαλδαίων», «εἰς τὴν Βαβυλῶνα»· «Ἐφύτευσε» γὰρ ἐν τῇ αἰχμαλωσίᾳ λαβὼν τοὺς υἱοὺς Ἰσραὴλ σὺν «τοῦ βασιλικοῦ σπέρματος» καὶ τοῦ ἀρχοντικοῦ καὶ τὸ ἄλλο πλῆθος γέγονεν εἰς «ἄμπελον», οὐχ οὕτως ἰσχυρὰν ὡς ὅτε ἦν μετὰ Θεοῦ. «Ὁ δεύτερος ἀετὸς» ὁ «Φαραώ» ἐστι. Γέγονε «πόλεμος τοῦ Φαραὼ» πρὸς Ναβουχοδονόσορ καὶ λαβόμενος ἀφορμὴν ὁ λαὸς ἠβουλήθη ἀφηνιάσαι ἀπὸ τοῦ ζυγοῦ τοῦ Ναβουχοδονόσορ, εἰς ὃν παρέδωκεν αὐτοὺς ὁ Θεὸς διὰ τὰς ἁμαρτίας αὐτῶν, καὶ προσκλῖναι τῷ ζυγῷ τοῦ «Φαραὼ» οὐ κατὰ 427 βούλησιν Θεοῦ καὶ οὐ μᾶλλον τῷ Θεῷ προσκλῖναι. ∆ιὰ τοῦτο δεινότερα πείσονται παρὰ τοῦ «Φαραὼ» τῶν παρὰ τοῦ Ναβουχοδονόσορ. Ταῦτα δὲ περὶ τοῦ λαοῦ τοῦ ὑπολειφθέντος καὶ τοῦ ληφθέντος ὑπὸ τοῦ Ναβουχοδονόσορ κατὰ τὸ ῥητόν. 434 ∆ιὰ τὰς ἁμαρτίας κυριεύεταί τις ὑπὸ τοῦ πονηροῦ «διδοὺς» αὐτῷ «τόπον» ἐπιβῆναι 435 ἐπ' αὐτόν. Καὶ