θυρίδα περιεῖχον ἀνοιγομένην ὑπὸ τοῦ Νῶε, πρότερον δὲ θύραν ἢ ἄνοιγμα ἔλεγον προστεταχέναι τὸν Θεὸν τῷ Νῶε ποιῆσαι ἐκ πλαγίων τῆς κιβωτοῦ· «Θύραν» μὲν γὰρ ὁ Θεοδωτίων καὶ Σύμμαχος, «ἄνοιγμα» δὲ ὁ Ἀκύλας ἐποίησε. Γέγραπται δὲ περὶ τῶν τροφῶν ὅτι καὶ προσέταξεν ὁ θεὸς εἰσαγαγεῖν καὶ εἰσάγαγε Νῶε. Ἡ δὲ τῶν σκυβάλων τῶν ζῴων πάροδος καλῶς παρασεσιώπηται καὶ τοῦ Νῶε δυναμένου τὸ ἀκόλουθον περὶ τούτων σκοπῆσαι καὶ ἡμῶν τὸ παραλελειμμένον στοχάσασθαι. Ἐπηπόρουν τινές, εἰ δύναται ἡ τηλικαύτη κιβωτὸς χωρῆσαι κἂν τὸ πολλοστὸν μόριον τῶν ἐπὶ γῆς πάντων ζῴων. Καὶ μάλιστα Ἀπελλῆς, ὁ τοῦ Μαρκίωνος γνώριμος καὶ γενόμενος ἑτέρας αἱρέσεως παρ' ἐκεῖνον πατήρ, ἀθετεῖν 28 βουλόμενος ὡς οὐχ ἅγια τὰ Μωυσέως συγγράμματα τοῦτο ἐπαπορήσας ἐπιφέρει, τό· ψευδὴς ἄρα ὁ μῦθος· οὐκ ἄρα ἐκ θεοῦ ἡ γραφή· μὴ συνιὼν ποδαποὺς τριακοσίους πήχεις καὶ ποδαποὺς πεντήκοντα πηλίκους τε τριάκοντα ὠνόμασεν ἐπὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ ἡ γραφή. Ἐμάθομεν δὲ ἡμεῖς ἀπό τινος τῶν παρ' Ἑβραίοις ἐλλογίμων, ὡς ἄρα οἱ τʹ πήχεις ὠνομάσθησαν ὡς ἡ καλουμένη παρὰ τοῖς γεωμέτραις δύναμις τοῦ ἀπὸ τοῦ τριακόσια τετραγώνου, ὡς εἶναι τοὺς πήχεις τοῦ μήκους ἐν τῷ κάτω ἐπιπέδῳ θʹ μυριάδας· οὕτω δὲ καὶ τοῦ πλάτους δισχιλίους πεντακοσίους καὶ τοῦ ὕψους ἐννακοσίους. Καὶ γὰρ πάνυ ἂν εἴη ἀτοπώτατον τὸν «παιδευθέντα πάσῃ σοφίᾳ Αἰγυπτίων» τῶν γεωμετρικωτάτων μάλιστα, καὶ ἐν οἴκῳ βασιλέως ἀνατραφέντα μὴ συνεωρακέναι, ὅτι οἱ κοινότερον νοηθέντες τʹ τοῦ μήκους καὶ νʹ τοῦ πλάτους καὶ λʹ τοῦ ὕψους οὐδὲ ἐλέφαντας ἂν ἐχώρησαν τάχα που δʹ καὶ τὰς τούτων ἐπ' ἐνιαυτὸν τροφὰς <προστά 29 ξαντος τοῦ θεοῦ «δύο δύο» ἀπὸ τῶν ἀκαθάρτων εἰσέρχεσθαι ζῴων εἰς τὴν κιβωτόν>. Εἰ δὲ χρὴ ἐπὶ τοῦ τρανότερον νοῆσαι τό· «ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν» ἐκθέσθαι τὸν οἱονεὶ ἀρχιτεκτονικὸν περὶ τῆς κιβωτοῦ λόγον, φέρε, ὡς ὑποπέπτωκεν ἡμῖν καὶ μεμαθήκαμεν, αὐτὸν ἐκθώμεθα. Νόει μοι τριακοσίων πηχέων τῶν εἰρημένων κατὰ τὴν καλουμένην δύναμιν εἶναι κατωτάτω τὸ τῆς κιβωτοῦ μῆκος καὶ πεντήκοντα πλάτος, εἶτα κατὰ πῆχυν ἐπισυνάγεσθαι τοῦ μὲν μήκους ιʹ πήχεις, τοῦ δὲ πλάτους ἕνα δίμοιρον· ὥστε γενέσθαι τὸ τριακοστὸν τοῦ ὕψους πῆχυν, δέκα μὲν τοῦ μήκους, ἑνὸς δὲ καὶ διμοίρου τοῦ πλάτους· εἶτα μετὰ τοῦτο συντελεῖσθαι εἰς πῆχυν τὴν ἐπισυναγωγήν. Εἰ δέ τῳ βίαιος εἶναι δόξει ὁ πῆχυς τριακοστὸς καὶ πρῶτος ὢν τοῦ ὕψους, προσεχέτω τῇ λέξει λεγούσῃ· «καὶ λʹ πήχεων τὸ ὕψος αὐτῆς· ἐπισυναγαγὼν ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν <ἄνωθεν>«. Οἶμαι γὰρ ἐμφαίνεσθαι μετὰ τό· «καὶ λʹ πήχεων τὸ ὕψος» τὸν πρῶτον καὶ τριακοστὸν πῆχυν διὰ τοῦ· «καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν». Ἐγένετο δὲ οὕτως ἵνα ἡ τῶν ὑδάτων ἐπιφορὰ ἔχῃ τὸν ὄλισθον καὶ μὴ καθάπερ εἰς πέτραν παντόθεν ἔχουσαν ὕψος προσαράττῃ τὰ κύματα. Καὶ τὸ τὴν θύραν δὲ ἐκ πλαγίων γενέσθαι ἐπιτηδείως προσετάττετο· ἐν ὀροφῇ μὲν γὰρ εἰ γέγονεν ἐκ τῶν ὄμβρων ἐπλήρου τὴν κιβωτόν, 30 ἐκ δὲ τῶν πλαγίων ταχθεῖσα τὸ ἀσφαλὲς τοῖς ἔνδον παρείχετο, τῆς μὲν κιβωτοῦ ἐφ' ὕδατος φερομένης, τῆς δὲ θυρίδος ἀνωτέρω τούτου τυγχανούσης.