βοηθοῦντος γὰρ τότε λόγου μηδὲ παρούσης αἰσθή 405 σεως πᾶν τὸ πραχθὲν ἢ λεχθὲν οὐχ ἁμάρτημα, ἀλλ' ὅτε πάρεστιν αἴσθησις. «καὶ σάρξ, ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος». Τρίτος νόμος οὗτος περὶ λέπρας, «ἐὰν ἕλκος ὑγιασθῇ καὶ ἐν τῷ τόπῳ οὐλὴ λευκὴ εὑρεθῇ». ὡς γὰρ ἐν σώματι πολλὰ νοσημάτων αἴτια, οὕτω καὶ ἐν ψυχῇ· καὶ παυσαμένων τῶν τραυμάτων «οὐλὴ λευκὴ» καὶ λεπρώδης εὑρίσκεται «ἢ πυρρίζουσα» ὡς «ταπεινοτέραν» εἶναι τῆς λοιπῆς ψυχῆς τὴν τοιαύτην κατάστασιν. «Κατάκαυμα πυρός». Μήποτε κατάκαυμά ἐστιν ἐν παντὶ τῷ 406 δεξαμένῳ «βέλος τοῦ πονηροῦ πεπυρωμένον»; Ἐρᾷ γὰρ οὗτος σαρκός τε καὶ αἵματος, γυναικὸς ἢ παιδός. Τοιοῦτοι καὶ οἱ πρὸς δόξαν μαι νόμενοι καὶ ἀργύριον· ψυχὴ γὰρ ἐμπαθὴς ἐπὶ τοιούτοις ἐκκάεται. Κἂν ἀπαλλαγεῖσα τούτων ὑγιασθῇ καὶ μὴ οὕτως ὁμαλίσῃ τὸν τόπον τοῦ πάθους ὡς πρὸ τοῦ πάθους ἐτύγχανεν, ἀλλ' ᾖ κατὰ τοῦτο «ταπεινοτέρα», μιαρὰ τῷ νόμῳ δοκεῖ. «Ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ πώγωνι». Ὅρα εἰ δύναται «λέπρα» μὲν λαμβάνεσθαι «κεφαλῆς», ὅτε ἀντὶ τοῦ ἔχειν «κεφαλὴν Χριστόν», ἄλλον τινά τις λόγον ἐπιγράφηται κεφαλὴν λεπρὸν καὶ ἀκάθαρτον. Ἀλλὰ καὶ ἐὰν ἤδη τις «γενόμενος ἀνὴρ» καὶ δοκῶν «κατηργηκέναι τὰ τοῦ νηπίου» ἁμαρτάνῃ, μὴ ὡς «νήπιος», ἀλλ' ἁμαρτίαν ἀνδρός, τάχα ἔχει «λέπραν ἐπὶ τοῦ πώγωνος». Καὶ γυνὴ δέ, ψυχὴ ἡ μὴ προετικὴ μὲν λογικῶν σπερμάτων, δεκτικὴ δέ, ἔχοι ἄν ποτε ἐπὶ τοῦ προσώπου 407 καὶ «τοῦ» ἐν αὐτῇ «πώγωνος» ὅπερ ἰδίως παρὰ τὰ πρότερα καὶ «θραῦσμα» ὠνόμασεν ὁ νόμος. 409 Τὰ δὲ «δύο ζῶντα ὀρνίθια» δοκεῖ τινα φέρειν ἀναλογίαν πρὸς τοὺς δύο τράγους ὧν ὁ εἷς «τοῦ ἀποπομπαίου». Κἀκεῖ γὰρ ὁ εἷς θύεται καὶ ὁ εἷς πέμπεται «εἰς τὴν ἀποπομπὴν» αὐτοῦ. Καθαροὶ δὲ ἄμφω, καθὰ καὶ τὰ νῦν ὀρνίθια· οὐκ ἀκάθαρτος γὰρ τῇ φύσει, φασί, δεδημιούργηται οὐδὲ ὁ διὰ τὴν αὐτοῦ κακίαν γενόμενος ἀποπομπαῖος. ∆ιὰ μὲν οὖν τὴν ἀπὸ τῆς ἁμαρτίας λέπραν ὀφείλει τι τῷ ἀποπομπαίῳ καθαριζόμενος, εἰ καὶ ἔφυγε τὴν ἀπὸ τῆς λέπρας ἀκαθαρσίαν· διὰ δὲ τὴν καθαρότητα προσφέρεται περὶ αὐτοῦ τῶν ὀρνιθίων τὸ ἕτερον. Πλὴν τὰ δύο ἔοικεν ἕτερα εἶναι τῷ γένει παρὰ τὰ προσφερόμενα εἰς τὸ θυσιαστήριον, «τρυγόνας ἢ περιστεράς». Ὁ νεωστὶ γὰρ καθαρισθεὶς οὔπω τοῦ θυσιαστηρίου γέγονεν ἄξιος, ἀλλ' ὅπως ἄξιος γένηται, λαμβάνεται ταῦτα περὶ αὐτοῦ, «ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ», μηδεμίας ὑπερθήσεως μετὰ τὴν ἡμέραν τοῦ καθαρισμοῦ γινομένης. ∆εῖ δὲ καὶ «ξύλῳ» 410 καθαρισθῆναι «κεδρίνῳ», ὅπερ σύμβολον τοῦ σωτηριώδους ξύλου, ἐν ᾧ «ἐθριάμβευσεν ἀπεκδύσας» ἡμᾶς ὁ Σωτὴρ «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας». Τοῦ δὲ τιμίου αἵματος διὰ τὸ χρῶμα τὸ «κόκκινον» σύμβολον. Τοιοῦτον καὶ τὸ «δεθὲν» ἐν τῇ γενέσει τοῦ Φαρὲς καὶ τὸ δειχθὲν ἀπὸ Ῥαὰβ τῆς πόρνης τοῖς κατασκόποις «σημεῖον». Σμηκτικὸς δὲ «ὁ ὕσσωπος». Οὐκ αὐτὸς δὲ ὁ ἱερεὺς σφάζει τὸ ὀρνίθιον· οὔπω γὰρ ἄξιος ἱερέως «ἐν ἡμέρᾳ τοῦ καθαρίζεσθαι»· ὅθεν οὐδὲ τὸ αἷμα τῷ θυσιαστηρίῳ προσφέρεται· δέχεται δὲ τοῦτο «ἀγγεῖον ὀστράκινον ὕδατος ζῶντος» 411 προεμβληθέντος, ἵνα γένηται ὁ καθαρισμὸς «ὕδατι καὶ αἵματι», ἅπερ «ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς» τοῦ Σωτῆρος κατὰ τὸν Ἰωάννην, ὃς καί φησιν ἐν τῇ ἐπιστολῇ τὰ καθαρίζοντα εἶναι «πνεῦμα καὶ ὕδωρ καὶ αἷμα»· καὶ ἐνταῦθα δὲ «αἷμα καὶ ὕδωρ καὶ» τοῦ σφαγέντος ὀρνιθίου «τὸ πνεῦμα», δι' ὧν καθαίρεται πρὸς τῇ ἀπὸ τῆς λέπρας καθαρότητι. Ἄνω γὰρ εἶπεν· «ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ», νυνὶ δέ· «καὶ καθαρὸς ἔσται». Καὶ καθαρθεὶς γὰρ τῆς λέπρας ὅμως ὑπὲρ τοῦ μολυσμοῦ τοῦ φθάσαντος χρόνου δεῖται τοῦ παρόντος καθαρισμοῦ, μᾶλλον δὲ καὶ ἄλλων τριῶν. Εἷς γὰρ καθαρισμὸς τό· «ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ» καὶ τρεῖς 412 μεταξὺ τῷ· «καὶ καθαρὸς ἔσται» τρίτον λεγομένῳ δηλούμενοι· καὶ πέμπ- τος καὶ τελευταῖος διὰ τοῦ· «καὶ καθαρισθήσεται». Εἰσὶ γὰρ οἷον καὶ καθαρισμῶν προκοπαὶ πρὶν εἰς τὴν τελείαν ἐλθεῖν καθαρότητα. Μετὰ γοῦν τὴν ἀποστολὴν τοῦ ὀρνιθίου πρῶτον «τὰ ἱμάτια πλύνεται ὁ καθαρισθείς», εἶτα «πᾶσαν τρίχα ξυρᾶται» καὶ ἐπὶ τούτοις «λούεται ὕδατι», μεθ' ὃ ἐπιφέρεται τό· «καὶ καθαρὸς ἔσται», ὡς ἐκτὸς