ὑπολέλειπται πολλὴ σφόδρα». Καίτοι προεῖπε· «καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη» καὶ ὅτι «ὁ Ἰησοῦς ἔλαβε πᾶσαν τὴν γῆν». Νόει τοίνυν τοῦ Κυρίου Ἰησοῦ προτέραν μὲν κράτησιν τῆς γῆς, ὅτε ἔσπειρε τὸν λόγον αὐτοῦ εἰς πᾶσαν τὴν οἰκουμένην. Τῷ γὰρ κεκρατηκέναι τάχα τῶν ἐν ἑκάστῳ 397 ἔθνει δαιμόνων ἀπελάσαι τε τούτους ἔσπειρε τὸν λόγον εἰς τὰς Ἐκ κλησίας. Αὕτη μία κράτησις τοῦ Ἰησοῦ. Ἴδε μοι καὶ ἐπ' ἐκείνῃ δευτέραν, ὅτε πάντων κρατήσει πολλῶν νῦν μορίων ὑπολειπομένων τῆς γῆς. ∆ιὸ τῇ μὲν προτέρᾳ τὸ «πολεμουμένη» προσκεῖται, τῇ δὲ δευ τέρᾳ τὸ «πολλὴ σφόδρα». Πλὴν μακάριοι πάντες οἱ ἐν τῇ πρώτῃ παρουσίᾳ κεκρατημένοι· χάρις γὰρ αὐτοῖς ὅτι πολλῶν ἔτι πολεμούν των ὑποτάσσονται. Οἱ γὰρ ἐπὶ τῆς δευτέρας ἀνάγκῃ κρατοῦνται, ὡς καὶ «τὸν ἔσχατον ἐχθρὸν θάνατον καταργηθῆναι». «Πάντα» δὲ πρῶτον «τὰ ἔθνη», καθὰ δοκεῖ τοῖς προφήταις «ἀπὸ περάτων ἕως περάτων 398 τῆς οἰκουμένης ὑποταγήσεται». Πολλῶν δὲ τῶν ὑποτασσομένων ὀνομασθέντων ἐθνῶν, ἐπὶ μόνων τῶν Σιδωνίων φησίν, ὡς· «ἐξολο θρεύσω αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ» ἢ κοινὸν τοῦτο κατὰ πάντων λαμβάνων ἢ ἐπειδὴ Σιδώνιοι ἑρμηνεύονται θηρευταί. Πᾶσαν γὰρ δύναμιν θηρεύουσαν ψυχὰς ἀνθρώπων «ἐξολοθρεύσει». Καὶ τότε μηδενὸς ὄντος θηρεύοντος «ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ». 406 οὐκοῦν κληροδοτεῖ Μωυσῆς, ἀλλὰ «πέραν τοῦ Ἰορδάνου»· κληροδοτεῖ δὲ «Ἰησοῦς μετὰ τῶν ἀρχιφύλων τοῦ Ἰσραήλ». Οὕτως Ἰησοῦς ὁ Χριστὸς τὴν ἀληθῆ κληροδοσίαν διδοὺς παραλαμβάνει «τοὺς ἄρχοντας» τοῦ πνευματικοῦ «Ἰσραήλ», τοὺς Ἀποστόλους, πρὸς οὓς ἔφησεν, ὅτι· «καθήσεσθε ἐπὶ θρόνους ιβʹ κρίνοντες τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ». Παραλαμβάνεται δὲ καὶ «Ἐλεάζαρ» συνιὼν Ἰησοῦ, τυπῶν ἑκάτερος τὸν ἱερέα καὶ ἄρχοντα, τὸν υἱὸν τοῦ Θεοῦ. 407 Πρῶτος δὲ Χάλεβ εἰκότως ἔτυχε κλήρου. ἑρμηνεύεται δὲ ὡς καρδία· ἔστι δὲ οὗτος ὁ πάντα προσέχων τοῖς νοήμασιν, ὁ παρὰ πάντα τὰ μέλη, οἷς ἀπετάξατο, χρηματίζων ὡς καρδία καὶ ὅλος ἀνα στοιχειωθεὶς εἰς ἡγεμονικόν. Ὁ δὲ τούτου πατὴρ Ἰεφοννή· ἑρμηνεύεται δὲ <ἐπιστροφή· Χάλεβ οὖν> υἱὸς τῆς ἐπιστροφῆς. Ἔστι δὲ παίδευμα Μωυσέως καὶ δεύτερον Ἰησοῦ. Τί δέ φησιν; «Σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν». Τίς γὰρ οἶδε τὸν νόμον ὡς Ἰησοῦς ὁ Χριστός, ὃς καὶ ἀκριβῶς ἡμῖν τοῦτον ἀνήπλωσεν; «Ἐλάλησεν δέ» φησί «Κύριος πρὸς Μωυσέα περὶ ἐμοῦ καὶ σοῦ». Προφη τεύει γὰρ Μωυσῆς περί τε Ἰησοῦ καὶ τοῦ ὡς καρδία. Ὃς καί φησι 408 «σήμερον ἰσχύειν ὡς ὅτε ἴσχυε τότε». Ἐν ἀμφοτέροις γὰρ «ἰσχύει» τοῖς λόγοις ὁ ἅγιος, ἔν τε παλαιῷ καὶ καινῷ, ἐπὶ Μωυσέως καὶ Ἰησοῦ. «Αἰτεῖ» δὲ «ὄρος», χαμαιπετὲς ἐθέλων οὐδέν, ἐν ᾧ «πόλεις με γάλαι καὶ ὀχυραί», ὡς εἰδὼς πολεμεῖν πρὸς «τοὺς Ἐνακείμ»· «πόλεις» γὰρ «ὀχυρὰς ἐπέβη σοφὸς καὶ ἐπέβη τὸ ὀχύρωμα, ἐφ' ᾧ ἐπεποίθεσαν οἱ ἀσεβεῖς». Φησὶ γὰρ Σολομών· «σοφὸς πόλεις ὠχύρωσε καὶ κα 409 θαιρεῖ τὰ ὀχυρώματα», δηλαδὴ τοὺς μετὰ πιθανότητος λόγους ἀπα τᾶν δυναμένους. Οὓς ἐν «ὄρει» φησίν, ἐπείπερ «ὑψώματά εἰσιν ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ». Ταῦτα Χάλεβ «ἱκανὸς εἶναι» καθαιρεῖν ἐπαγγέλλεται· ἐφ' ᾧπερ «αὐτὸν εὐλόγησεν Ἰησοῦς». Χεβρὼν δὲ ἑρμηνεύεται συζυγή· τὰ γὰρ ὀστᾶ τῶν πατέρων ἐκεῖ κατὰ 410 συζυγίαν ἀποκεῖται, Ἀβραὰμ καὶ Σάρρας, Ἰσαὰκ καὶ Ῥεβέκκας, Ἰακὼκαὶ Λείας. ∆ίδωσιν οὖν τὴν τιμὴν τῶν πατέρων τῷ Χάλεβ καθαι ρεῖν τοὺς ἀλλοφύλους ἐθέλοντι. «Καὶ ἡ γῆ ἐκόπασεν τοῦ πολέμου». καὶ πῶς γὰρ ἄν τις κληρονομήσῃ παρ' Ἰησοῦ μὴ τὸν πόλεμον κατα λύσας τὸν ἐν αὑτῷ; 411 Τεσσάρων δὲ ὄντων γενικῶν κλιμάτων ἐπὶ «τῶν ὁρίων Ἰούδα» τὰ δύο λέγων, «λίβα» τε καὶ «ἀνατολάς», τὰ λοιπὰ σεσιώπηκε. Μετὰ γὰρ «τὰ Λιβυκά», φησί, «τοῦ Ἰούδα τὰ ὅρια» διαδέχεται. Ἅπερ ἐστὶ πλησίον «τῆς Ἰδουμαίας», ἥτις ἑρμηνεύεται γήινα, μεθ' ἃ «τὰ ὅρια Ἰούδα». Φησὶ δὲ καὶ «ἀπὸ τῆς ἐρήμου Σίν»· ἑρμηνεύεται δὲ πειρασμοί. Μεθ' οὓς «Ἰούδα» κληρονομία. Καὶ ἐπὶ τῶνδε κατὰ «λίβα» τῆς φυλῆς ὁρίων οὐδὲν ὠνόμασται κλίμα ἄλλ' ἢ «λὶψ» ἢ «δυσμαὶ» ἢ «φάραγξ Αἰγύπτου», ἵνα ταῦτα καὶ 412 τοὺς πειρασμοὺς διαπορευθῇ τις