τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ' αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ, καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου· δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτὸν οὐδαμῶς δυνήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι· εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέσθαι, θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρεῖσθαι. Καὶ τί ἐπὶ πλεῖον μηκύνειν τὸν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ κατημαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου; αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ εἰρημένα. 23.3 Πόθεν δὲ ἐξετάζοντες τό· «Ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες»· ἐπὶ ταῦτα ἐληλύθαμεν, ἑαυτοὺς ὑπομνήσωμεν. Οἱ μανθάνοντες περί τινων ἀληθῆ, ἤτοι αὐτόπται τῶν πραγμάτων γενόμενοι ἀποφαίνονται τάδε τινὰ ὑγιῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων ἢ ἐνεργηκότων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις ἀκούσαντες τάδε τινὰ γινώσκουσιν. Ὑπεξῃ ρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετευχότα. Ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι μὴ διακρίνῃ, ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι ἢ τάδε τινὰ ἔσεσθαι πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει· οἰήσεται δὲ δηλονότι ἐσφαλμένως. Ὡς εἴ τις ἐντυχὼν προφητικῇ βίβλῳ προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην νομίσαι μαθὼν τὸ ἐσόμενον, ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὸ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτήν, ἢ τὸν ἐνεργήσαντα φέρε εἰπεῖν τὸν θεόν. Ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλω κέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν· οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν θεὸν καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων, οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα. 23.4 Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ θεὸς γενησόμενον, καὶ χωρὶς μὲν γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ θεοῦ δῆλον τῷ συνιέντι ἀξίωμα δυνά μεως νοῦ θεοῦ. Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παραστῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παραδειγμάτων· καὶ κατὰ τὴν Σωσάνναν δὲ τοῦ θεοῦ γινώσκοντος τὰ πάντα πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν· «Ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι.» Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν βασιλειῶν καὶ ὄνομα βασιλεύσοντος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα οὕτως· «Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ ὃ ἐποίησεν ταῖς δαμάλεσιν αἷς ἐποίησεν.» Εἶτα μετ' ὀλίγα· «Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κυρίου εἰς Βαιθήλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπιθῦσαι. Καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου, καὶ εἶπεν· Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ ∆αϋίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σέ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. Καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ