ἀριθμῆαι τὸν Ἰραήλ· τῇ γὰρ ἐπέσεισε προσηγορίᾳ ἐχρήσατο καὶ τῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ τῇ πρώτῃ τῶν Παραλειπομένων, τῇ μὲν ἐπὶ τῆς ὀργῆ τοῦ κυρίου τῇ δὲ ἐπὶ τοῦ διαβόλου. εἰ δὲ τὸ ἐπέσεισεν αἴτιον τοῦ ἁμαρτάνειν ἐστίν, αἴτιον δὲ τοῦ ἁμαρτάνειν ὁ διάβολός ἐστιν, διάβολος δι' ἀμφοτέρων τῶν προσηγοριῶν ὠνομάσθη, διά τε τῆς καθημαξευμένης καὶ τῆς τοὺς πολλοὺς λανθανούσης, τῆς αὐτὸν ὀνομαζούσης 20ὀργὴν Κυρίου20, κατὰ τὴν μεγάλην Ὠδὴν καὶ ἀλλαχοῦ λέγουσαν Ἀπέτειλα τὴν ὀργήν ου <καὶ> κατέφαγεν αὐτοὺ ὡ καλάμην καὶ τὰ ἑξῆς· πᾶν γὰρ τὸ ἀποστελλόμενον ὑπό τινος, τοῦτο ἕτερόν ἐστιν τοῦ ἐξαποστέλλοντος. τίς οὖν ἂν εἴη ἡ ὀργὴ ἡ ἀποστελλομένη ἐπὶ τοὺς Αἰγυπτίους ἤ, ὡς ἐδιδάξαμεν ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων, ὁ διάβολος; εἰ τοίνυν παραδίδοσθαι τῇ ὀργῇ τοῦ θεοῦ λέγονται οἱ ἁμαρτωλοί, νοητέον αὐτοὺς παραδίδοσθαι τῷ διαβόλῳ, ὡς ὁ Παῦλος τὸν Κορίνθιον καὶ οὓ παρέδωκε τῷ Σατανᾷ ἵνα παιδευθῶιν μὴ βλαφημεῖν. Ἔχομεν καὶ ἀγγέλους ἐφορῶντας καὶ βοηθοῦντας ἡμῖν εὖ πράττουσι, καὶ κρίσις γίνεται καθολικὴ πρὸς τούτους πάντας, ὡς φησίν· ἀνάταθι γάρ φησι, κρίθητι πρὸ τὰ ὄρη, καὶ ἀκουάτωαν οἱ βουνοὶ φωνήν ου· ἀκούατε, βουνοί, τὴν κρίιν τοῦ Κυρίου. καὶ δοκεῖ ἐν τούτοις προστάσσεσθαι ὁ λόγος τοῦ θεοῦ κρίνεσθαι μετὰ τῶν ἐγκεχειρισμένων τὰ ἀνθρώπινα δυνάμεων, ἵνα δύνηταί τις παραστῆσαι εἰ, διὰ τήν τινος ἀμέλειαν καὶ παράλειψιν τῶν ἐπιβαλλόντων αὐτῷ ὑπὲρ ἀνθρώπων, ἐν ἁμαρτήματι ἢ αἰτίᾳ γέγονεν. νοήσομεν δὲ τοῦτο χρησάμενοι παραδείγματι, φέρε εἰπεῖν, κρίσει λαοῦ μετὰ τῶν ἐπισκόπων καὶ κρίσει υἱῶν μετὰ τοῦ πατρὸς καὶ κρίσει μανθανόντων μετὰ τοῦ διδασκάλου, ὅτε ποτὲ μὲν ὁ λαὸς τὴν αἰτίαν τῶν ἁμαρτημάτων αὐτοῦ δείξει παρὰ τῶν ἐπισκόπων γεγονέναι, ποτὲ δὲ ὁ ἐπίσκοπος, παραστήσας πάντα τὰ παρ' ἑαυτοῦ πεποιηκέναι <μηδὲ> ἐλλελοιπέναι τι τῶν ἐπιβαλλόντων σπουδαίῳ ἄρχοντι, τῶν ἐγκλημάτων ἔνοχον ἀποδείξει τὸν λαόν. τὸ δὲ ὅμοιον νόει καὶ περὶ υἱῶν τὴν παρὰ τοῖς πατράσιν ἀνατροφὴν αἰτι<ω>μένων, καὶ περὶ αὑτῶν μὲν ἀπολογουμένων ἀποδεικνυόντων δὲ τοὺς πατέρας αἰτίους γεγονέναι τοιούτων πταισμάτων· ὁμοίως δὲ τοὐναντίον τῶν πατέρων ἀπολογουμένων ὡς μηδὲν παραλιπόντων εἰς τὴν κατὰ τὸν θεοῦ λόγον ἀνατροφὴν πρὸς τοὺς υἱούς, τῶν δὲ υἱῶν ἐλεγχομένων <ὡς> παρὰ τὴν ἰδίαν ῥᾳθυμίαν ἐν ἁμαρτήμασι γενομένων. οὐ μακρὰν δὲ τούτων ἐστὶν νοῆσαι καὶ περὶ μαθητῶν καὶ διδασκάλων. 31 Σκυθρωπῶν μελλόντων ἐπιφέρεσθαι, ὑπηρετῶν τις ἄγγελος θεοῦ φων<εῖ> πρὸς τοὺς ἐγχειρισθέντας τὰ ἐπίπονα, τέως μὴ ἐπάγειν αὐτὰ ἕως σφραγῖδας ἐπὶ τῶν μετώπων λάβωσιν οἱ τοῦ θεοῦ δοῦλοι. ἐντέλλεται τοῦτο αὐτὸ λέξεσιν ἑτέραις ἐν Ἰεζεκιὴλ τῷ προφήτῃ Κόπτετε καὶ μὴ φείδεθέ τι, ἐφ' οἷ δέ ἐτι τὸ ημεῖον μὴ ἐγγίητε. μήποτε οὖν, ἐπεὶ οἱ κολαζόμενοι διὰ ἰδίας ἁμαρτίας τοῦτο πάσχουσιν, τοῖς δικαίοις χαρακτήρ τις σημαίνων τὴν προσοῦσαν αὐτοῖς δικαιοσύνην τίθεται ἐπὶ τοῦ μετώπου, τουτέστιν ἐπὶ τῆς <ἐπ'> ἀρετῇ παρρησίας αὐτῶν, οἳ τοῦ προκειμένου τυχόντες σημείου χάριν ὁμολογοῦντες τῷ δεδωκότι φασίν Ἐημειώθη ἐφ' ἡμᾶ τὸ φῶ τοῦ προώπου ου Κύριε, καὶ πάλιν ∆έδωκα τοῖ φοβουμένοι ε ημείωιν τοῦ φυγεῖν ἀπὸ προώπου τόξου. Ζητητέον εἰ δυνατὸν ἀπὸ τοῦ κατὰ σάρκα Ἰσραήλ, ἔτι ἐν τούτῳ Ἰωάννου τῷ βίῳ περιόντος, ἀνδρῶν παρθένων τοσαύτας εἶναι χιλιάδας. ἐπεὶ τοίνυν πολὺ τὸ ἀδύνατον ἡ αἰσθητὴ διήγησις φέρει, ἀληθῆ δὲ <δεῖ> εἶναι τὰ ἐν τῇ βίβλῳ ἁγίᾳ οὔσῃ, ἀνάγκη κατὰ πνευματικὴν ἀκολουθίαν ἐκλαμβάνειν τὰ προκείμενα. ἀκόλουθον γὰρ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν οὐκ ἔχοντα δόλον, εἰς φυλὰς διαιρεῖσθαι· τούτο<υ> οὖν τοῦ Ἰσραὴλ <ἐὰν τοσοῦτο> λέγωμεν πλῆθος ἀνδρῶν παρθένων εἶναι, οὐκ ἀδύνατόν τί φαμεν, οἱ γὰρ Χριστῷ προσεληλυθότες πάντες Ἰουδαῖοί τε καὶ Ἕλληνες συμπληροῦσι τὸ νοητὸν τοῦτο ἔθνος. καὶ ἐπεὶ οἱ οὕτως Ἑβραῖοι πολλὴν ἁρμονίαν καὶ συμφωνίαν ἔχουσιν, στρεφόμενοι περὶ αὑτοὺς ἐν τῷ καταρτίζεθαι ἑνὶ νοῒ καὶ μιᾷ γνώμῃ, τοσούτῳ ἀριθμῷ καὶ ἴσαι διαιρέσεις αὐτοῦ ὑπόκεινται. ἐστὶν τοίνυν τετράγωνος ὁ