1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

Ὅτι δὲ τὸ κατ' εἰκόνα αἱ πράξεις χαρακτηρίζουσι, καὶ οὐχὶ ἡ τοῦ σώματος μορφὴ, σαφῶς ὁ Ἀπόστο λος ἐν τῇ πρὸς Κορινθίους φησί· Καθὼς ἐφορέσα μεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτως φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Εἰκόνα μὲν γὰρ φορεῖ χοϊκὴν ὁ κατὰ σάρκα ζῶν, καὶ ποιῶν τὰ ἔργα τῆς σαρκός· εἰκόνα δὲ τοῦ ἐπουρανίου ὁ τῷ πνεύματι τὰς πράξεις τῆς σαρκὸς θανατῶν. Καὶ ἐν ἑτέρᾳ δὲ ἐπιστολῇ διδάσκων ὡς δεῖ βιοῦν, ἐπιφέρει ταῖς ἐντο λαῖς τὸ, Ἵνα γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος. Κύριος μακρόθυμος, καὶ ὁ μακρόθυμος ἄνθρωπος ἔχει τὸ κατ' εἰκόνα Θεοῦ. ∆ίκαιος καὶ ὅσιος ὁ Κύριος, καὶ οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Οὐκοῦν ὁ ἀγα πῶν δικαιοσύνην καὶ ὁσιότητα, καὶ πράττων καὶ τη ρῶν τὴν ἐντολὴν τοῦ Σωτῆρος τὴν, Γίνεσθε οἰκτίρ μονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστὶ, καὶ, Γίνεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν, εἰκὼν γίνεται κατὰ πάντα τοῦ Θεοῦ. Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόν των ἐπὶ τῆς γῆς. Τηρητέον δὲ, ὅτι ἐν τῷ καταλόγῳ τῆς τῶν ζώων δημιουργίας, ἄλλα τὰ κήτη, καὶ ἄλλα ἑρπετὰ ψυχῶν· καὶ ὡς ἄρχειν νῦν τῶν ἰχθύων τῆς θαλάσσης ὁ ἄνθρωπος λέγεται, σεσιώπηται δὲ τὸ τῶν κητῶν γένος καὶ τὸ τῶν θηρίων. Οὐ γὰρ μάτην δεῖ νο μίζειν μὴ προστίθεσθαι καὶ ταῦτα, δυναμένου ἀναγε γράφθαι· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τῶν κη τῶν τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν. Καὶ ἐπίστησον, εἰ δυνατὸν διὰ τὸ σεσιωπῆσθαι, μὴ πάντα τὰ ζῶα διὰ τὸν ἄνθρωπον γεγονέναι, ἀλλὰ ταῦτα, ὧν ἄρχειν λέγεται, ἰχθύας θαλάσσης, καὶ πε τεινὰ οὐρανοῦ, καὶ κτήνη τῆς γῆς, τάχα δὲ καὶ τὰ ἑρπετὰ τῆς γῆς, διὰ τὰς ἀναγκαιοτάτας τῶν φαρμά κων χρείας ἀπ' αὐτῶν τελουμένας· οὐ μέντοι διὰ τὸν ἄνθρωπον ταῦτα ἐγεγόνει τὰ κήτη τὰ μεγάλα καὶ τὰ θηρία τῆς γῆς. Ἧ γὰρ ἂν προσετέθη τῇ δε δομένῃ ἐξουσίᾳ τῶν ἀνθρώπων καὶ ἡ τούτων ὀνομα σία. Οὐχ εὑρίσκομεν δὲ ἐν τῇ Γραφῇ τὸ τῶν ὄφεων γένος ἐν ἑρπετοῖς τεταγμένον, ἀλλ' ἐν θηρίοις. Ὁ 12.97 γὰρ ὄφις, φησὶν, ἦν φρονιμώτατος πάντων τῶν θηρίων. Καὶ ἐν ταῖς Πράξεσιν ἔχιδνα δακοῦσα τὸν Παῦλον, ἐκρέματο κατὰ τῆς χειρὸς αὐτοῦ· καὶ ἐπι φέρει· Ἰδόντες δὲ βάρβαροι κρεμάμενον τὸ θη ρίον. Ἐν δὲ τῷ Λευϊτικῷ ὅρα ἐπὶ τίνων τάσσει τὸ ἑρπετὸν, ὡς οὐδαμῶς ἐπὶ τῶν νῦν ἐν τῇ συνηθείᾳ κα λουμένων. Ταῦτα γὰρ, φησὶ, φάγεσθε ἀπὸ τῶν ἑρπε τῶν τῶν πετεινῶν, ἂ πορεύονται ἐπὶ τῶν τεσσάρων, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς· καὶ ταῦτα φάγεσθε ἀπ' αὐ τῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ, καὶ ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῷ· καὶ πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἷς εἰσι τέσσαρες πόδες, βδέλυγμα ὑμῖν ἐστι, καὶ ἐν τούτοις μιανθήσεσθε. Οὐκ ἄρχει τοίνυν ἄνθρω πος οὔτε τῶν κητῶν τῶν μεγάλων οὔτε τῶν θηρίων, τάχα τὴν ἀρχὴν οὔτε δι' αὐτὸν γεγενημένων. Τὸ δὲ ὅμοιον τοῖς ἐνθάδε ἀναγεγραμμένοις ὑπὸ τὴν ἐξου σίαν τοῦ ἀνθρώπου ἐν τῷ ηʹ ψαλμῷ λέγεται· Πάντα ὑπέταξας ὑποκάτω ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου· τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θα λάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Κἀνταῦθα γὰρ τὰ κήτη καὶ τὰ θηρία σεσιώπηται. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἂ ἐποίησεν. Ἤδη τινὲς ἄτοπον ὑπολαμβάνοντες τὸν Θεὸν δίκην οἰκοδόμου μὴ διαρ κέσαντος χωρὶς ἡμερῶν πλειόνων πληρῶσαι τὴν οἰ κοδομὴν, ἐν πλείοσιν ἡμέραις τετελεκέναι τὸν κόσμον, φασὶν ὑφ' ἓν πάντα γεγονέναι, καὶ ἐντεῦθεν τοῦτο κατασκευάζουσιν· ἕνεκεν δὲ τάξεως οἴονται τὸν κατά λογον τῶν ἡμερῶν εἰρῆσθαι καὶ τῶν ἐν αὐταῖς γενο μένων. Πιθανῶς δ' ἂν πρὸς τοῦτο κατασκευαζομένῳ χρήσαιντο ῥητῷ, τῷ· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ὅτε ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ, βίβλος, ἐν τῷ τόπῳ τούτῳ καθόλου οὐ κεῖται παρ'