εἰς νοῦν καὶ καρδίαν. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Ἀπόστο λος ἡμῖν ἔλεγε περιτομὴν τοῦ Χριστοῦ, οὐκ ἐν τῇ ἀπεκδύσει τῆς σαρκὸς ἡμῶν. Ἐγὼ ἀρχιστράτηγος τῆς δυνάμεως Κυρίου, νῦν παραγέγονα. Μεμνῆσθαι δεῖ ὅτι ἡνίκα ἐμοσχοποίη σαν ὁ Θεὸς τῷ Μωϋσεῖ φησιν, ὅτι «Ἀνάγαγε τὸν λαὸν τοῦτον, οὐ γὰρ μὴ συναναβῶ διὰ τὸ τὸν λαὸν σκληρο τράχηλον εἶναι. Καὶ ἰδοὺ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Πρόσεχε οὖν σεαυτῷ, καὶ μὴ ἀπείθει.» Ὁ δὲ Μωϋσῆς πρὸς αὐτόν φησιν· «Εἰ μὴ συνανέρχῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Καὶ τοῦτο εἰπὼν ἔπεισε· καὶ ἦν μετὰ τοῦ λαοῦ, ἕως τῆς τελευτῆς Μωϋσῆ. Μετὰ δὲ τὴν τούτου ἀποβίωσιν, φαίνεται μὲν καὶ διαλέγεται τῷ τοῦ Ναυῆ Ἰησοῦ. Μετὰ γοῦν τὴν ἐπιστασίαν τοῦ λαοῦ εἰς τὸν μαθητὴν Μωϋσέως λοιπὸν παραδίδωσιν αὐτὸν τῷ ἀρχι στρατήγῳ τῷ Μιχαήλ. Οὗτος ἦν ἄρχων τοῦ λαοῦ, ὡς ἐν τῷ ∆ανιὴλ φαίνεται λέγων ἕτερος ἄγγελος. Πορευόμενοι καὶ σαλπίζοντες. Αὐταὶ αἱ σάλπιγ γες, σύμβολόν εἰσι τῶν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. «Αὐτὸς γὰρ, φησὶν, ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχ αγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' 12.824 οὐρανοῦ.» Τὸ δὲ, ἐπὶ ἓξ ἡμέρας κυκλοῦν τὴν πόλιν τοὺς ἱερεῖς, σημεῖον ἂν εἴη τοῦ διὰ τῶν ἓξ ἡμερῶν τοῦ παρόντος αἰῶνος τοὺς ἁγίους ἅπαντας σαλπίζειν καὶ κηρύττειν ἄφεσιν ἁμαρτιῶν τοῖς μετανοεῖν βου λομένοις. Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραὴλ, Κεκράξατε. Τὴν μέντοι κραυγὴν, τὴν τῶν ῥημάτων εἰ κὸς δοξολογίαν εἶναι καὶ φωνὴν αἰνέσεως τὴν εἰς τὸν Θεὸν, μαχομένην τῇ πλάνῃ τῶν Ἱεριχουντίων, νικῶσαν δὲ τὴν παράδοξον νίκην καὶ θαύματος γέ μουσαν. Οὕτως ἐποίησεν Ὁζάν. Ἐκ τούτου δείκνυται ὡς οὐκ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀλλ' ἕτερός τις μετὰ πολλὰς γενεὰς ταῦτα συνέγραψε. Καὶ ἀληθὲς μὲν νοηθὲν, οὐκ ἐναντίον δὲ οἷς πρότερον εἰρήκαμεν. Ἔγραψε γὰρ ὁ Ἰησοῦς τὰ ἐπ' αὐτοῦ γεγονότα, ἢ ἀποκαλυφθέντα, ὥσπερ καὶ Μωϋσῆς τὰ κατὰ τοὺς ἐπ' αὐτοῦ χρόνους. Μετὰ δὲ ταῦτα τοῦ ναοῦ οἰκοδομηθέντος ἤδη ὑπὸ τοῦ σοφοῦ Σολομῶντος, καὶ τοῦ λαοῦ ὑποκλίναντος εἰς πολλὴν ἀσέβειαν, καὶ τοῦ Θεοῦ τὸν ναὸν ἔρημον κα ταλιπόντος ὡς μόλις εὑρεθῆναι τὸ ∆ευτερονόμιον ἐῤ ῥιμμένον ὡς ἔτυχε· διά τοι τοῦτο τοῦ λαοῦ τὴν Βαβυ λωνικὴν αἰχμαλωσίαν ὑποστάντος, Ἔσδρας νομικώτα τος ὢν, καὶ ἀποστομίζων πᾶσαν τὴν Παλαιὰν ∆ιαθή κην, ἔγραψε τὸν νόμον, καὶ ἕτερά τινα τὰ γεγονότα καὶ ἀποκαλυφθέντα. Ταῦτα πάλαι μὲν προεῤῥέθη, μετὰ δὲ ταῦτα γέγονε. Τοιοῦτόν ἐστι δήπου καὶ οὗ νῦν ἐμνημονεύσαμεν. Ἔτι σήμερον ἰσχύω, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωϋ σῆς. Ἐν ἀμφοτέροις οὖν ἰσχύει τοῖς λόγοις ὁ ἅγιος. Ἰσχύει γὰρ ἐν παλαιοῖς καὶ ἐν καινοῖς μυστη ρίοις. Τοῦτό ἐστι τὸ ἰσχύειν ἐπὶ Μωϋσέως καὶ ἐπὶ Ἰησοῦ.