τῆς εὐσεβείας. ∆ιπλοῦν δέ ἐστι τὸ κέρδος τὸ ἀπὸ τοῦ θύειν· καὶ ὅτι Θεῷ προσάγεται τιμὴ, καὶ ὅτι ἃ θύει τις οὐκ ἂν προσκυνήσειεν, οὐδὲ ἂν οἰηθείη Θεὸν εἶναι. Καὶ οὐ μὴ ἀποθάνητε. Θάνατον ὁ λόγος ἔοικεν ἀπειλεῖν ἱερεῦσιν, οἶνον καὶ σίκερα πίνουσιν, ἡνίκα ἂν εἰς τὴν σκηνὴν εἰσπορεύωνται. ∆εῖ γὰρ τοὺς ὑπὲρ τοῦ λαοῦ εὐχομένους ἐπισκόπους ἀποστρέφεσθαι ἀπὸ μέθης, οὐ μόνον τῆς ἀπὸ οἴνου, ἀλλὰ καὶ τῆς τῶν πραγμάτων, καὶ διαλογισμῶν ἀνθρωπίνων. Οὐχ ὡς ἄτοπον δὲ ἀπαγορεύει τοῦτο, ἀλλ' ὅτι ᾔδει τὸ ἀκρατὲς τῶν Ἰσραηλιτῶν, ὅτι ὁπόταν ἅψοιντο, εἰς ἀμετρίαν ἐχώρουν. Ἵν' ὅτε εἰς τὰ ἅγια εἰσπορεύονται, νηφάλιον τὸ τῆς ψυχῆς ἀκριβὲς ἔχωσι, καὶ λεπτὸν τοῦ Θεοῦ μνημόσυνον. ∆ιὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ∆είκνυσι δὲ ὅτι μὴ τῶν ἱερέων ἐσθιόντων, ἀτέλεστος ἡ θυσία, καὶ ἡ ἁμαρτία μένει· ἐχρῆν γὰρ καὶ ἐκ τοῦ αἵματος εἰσενεχθῆναι, καὶ αὐτοὺς φαγεῖν. Εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἐπεὶ συνέβη, φησὶ, τοῖς περὶ Ναδὰβ καὶ Ἀβιοὺδ προσκρούσασι τῷ Θεῷ ἀποθανεῖν, ὅτε 12.401 καιρὸς ἦν φαγεῖν αὐτοὺς τὸ περὶ ἁμαρτίας τοῦ λαοῦ τοῦ ἀφεθῆναι ἃ ἥμαρτε, πῶς οἱ ἐν ἁμαρτίαις ἡμεῖς σήμερον ἐλεγχθέντες διὰ τοῦ φαγεῖν τὴν ἄφεσιν προξενήσομεν; Χρὴ γὰρ τὸν ἱερέα πρότερον περὶ αὑτοῦ ἐξιλάσασθαι. Ταῦτα τὰ κτήνη ἃ φάγεσθε. Θηρία μὲν οὖν οὐδαμῶς ἐστι καθαρά· πάντα γὰρ ἀκάθαρτα κατὰ τὸν εἰπόντα νόμον· «Πᾶν ὃ ἐὰν πορεύηται ἐπὶ χειρῶν αὐτοῦ ἐν πᾶσι τοῖς θηρίοις, ἀκάθαρτα ἔσται ὑμῖν.» Εἴη δ' ἂν γενικῶς θηρία πάντες οἱ ὠμότατοι τῶν ἀνθρώπων, περὶ ὧν φησιν ὁ Προφήτης· «Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου·» καὶ τὰ ἑξῆς. Πᾶν κτῆνος δικηλοῦν ὁπλήν. ∆ικηλῆ τὸν εὐσεβῶς ἐν τῷ αἰῶνι τούτῳ πολιτευόμενον καὶ διὰ τὸν μέλλοντα αἰῶνα ἐπ' ἐκεῖνον σπεύδοντα· πρὸς δὲ τὸ διχηλεῖν καὶ ὀνυχιστῆρας ὀνυχίζειν περιαιρούμενον τὰ περιττὰ καὶ νεκρὰ, ἀπὸ τῶν χειρῶν, τοῦτ' ἔστι πράξεων· καὶ ποδῶν, τουτέστι τῆς πορείας. Πρὸς τούτοις καὶ ἀνὰ μηρυκισμὸν οὐκ ἀποτιθέμενον μόνον τὴν πνευματικὴν τροφὴν, ἀλλὰ καὶ ἀναμιμνησκόμενον καὶ συνεχῶς αὐτὴν μελετῶντα. Οὗτος ὁ νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς. Πολὺν ποιεῖται λόγον περὶ καθαροῦ καὶ ἀκαθάρτου· πρῶτον ἁγίαν εἶναι τὴν ψυχὴν ἐκπαιδεύει. Εἰ γὰρ τὸ φυσικὸν τοιοῦτον οἷον ἐκ προστάγματος Θεοῦ γέγονεν, ἀκάθαρτον, πόσῳ μᾶλλον τὸ ἀπὸ μοχθηρᾶς προαιρέσεως, καὶ οὐκ ἐκ προστάγματος Θεοῦ γεγονός; Εἰ τὸ οὗ Θεὸς ποιητὴς ἀκάθαρτον εἶναι νομίζοι τις, πόσῳ μᾶλλον τὸ ἐναντίως ἔχον πρὸς τὸ τοῦ Θεοῦ βούλημα, καὶ ποιοῦν ὅπερ ἀπηγόρευσεν; Ἀνθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλή. Ἀνάγεται ταῦτα ἐπί τινας μώμους τῆς ψυχῆς. Καὶ ὥσπερ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων μετὰ τὴν θεραπείαν ἔσθ' ὅτε ἴχνος τοῦ πεπονθέναι τοὺς τόπους καταλείπεται ἐν τῇ καλουμένῃ οὐλῇ· τὸν αὐτὸν τρόπον ἡ λαβοῦσα τραῦμα ἁμαρτίας ψυχὴ, κἂν τύχῃ θεραπείας, οἱονεὶ οὐλὴν ἐνίοτε ἔχει καταλειπομένην. ∆εῖ δὲ καὶ τὸν τρόπον τοῦ ἀπ' αὐτῆς καθαρισμοῦ ἢ οὐ καθαρισμοῦ ἐξεπίστασθαι. Ἀνδρὶ ἢ γυναικὶ ᾧ ἐὰν γένηται αὐτῷ ἁφὴ λέπρας. Παρατηρητέον ἐφ' ὧν μὲν λέγεται ἀνθρώπων· «Ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ·» ἤ· «Ἀνδρὶ ἢ γυναικὶ, ᾧ ἐὰν γένηται ἐν αὐτοῖς ἁφὴ λέπρας·» ἐφ' ὧν δέ· «Σὰρξ, ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος·» ἤ· «Σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός.» Ταῦτα δὲ θραῦμά ἐστιν. Τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα. ∆ιὰ τούτων αἰνίττεται μὴ δεῖν συγκρύπτειν τὰ ἁμαρτήματα, καὶ σκεπάζειν αὐτὰ τὸν τὴν ψυχὴν λελεπρωμένον. Ὥσπερ τοῦ παραλελυμένου τὰ ἱμάτια οὗ [οὐκ] ἐσκέπασται ἡ ἀσχημοσύνη· οὕτως βούλεται πᾶσιν ἐκκεῖσθαι μὴ γενόμενον τάφον κεκονιαμένον. Τὸ 12.404 δέ γε περιβεβλῆσθαι τὸ στόμα, ἐστὶ τὸ μὴ ἔχειν παῤῥησίαν ἀνοῖξαι τὸ στόμα· τὸ δὲ τῆς παρεμβολῆς ἐξοίχεσθαι, τὸ μηκέτι τοῖς τῶν ἁγίων αὑτὸν συναυλίζεσθαι χοροῖς. Καὶ σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον. Θύεται τὸ ὀρνίθιον εἰς ἀγγεῖον ὀστράκινον, προεμβληθέντος εἰς αὐτὸ ὕδατος ζῶντος, ἵνα γένηται ὁ καθαρισμὸς ὕδατι καὶ αἵματι, ἅπερ ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς