πλείστων καὶ τὸ γένος καὶ τὴν πόλιν καὶ τὸν τόπον τῆς μονῆς. Ἐμνημονεύσαμεν δὲ ἀνδρῶν καὶ γυναικῶν κατορθωσάντων μὲν εἰς ἄκρον τὴν ἀρετὴν, διὰ δὲ τὴν μητέρα τῆς ὑπερηφανείας τὴν καλουμένην κενοδοξίαν εἰς ἔσχατον βάραθρον καὶ πυθμένα ᾅδου κατενεχθέντων, καὶ τὰ ἐκ μακρῶν χρόνων καὶ πολλῶν κόπων κτηθέντα αὐτοῖς ἐπέραστα καὶ περιμάχητα τῆς ἀσκήσεως κατορθώματα ἐν μιᾷ καιροῦ ῥοπῇ ὑπὸ τοῦ τύφου καὶ τῆς οἰήσεως διαρρυέντα· χάριτι δὲ τοῦ σωτῆρος ἡμῶν καὶ προνοίᾳ τῶν ἁγίων πατέρων καὶ συμπαθείᾳ σπλάγχνων πνευματικῶν ἐξαρπασθέντων τῶν τοῦ διαβόλου δικτύων καὶ ταῖς εὐχαῖς τῶν ἁγίων τὸν πρότερον ἀνακτησαμένων ἐνάρετον βίον.