Fragmenta

 ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεωρακότα. 2.13 σφόδρα γάρ τοι σμικρὸς

 Πανταίνου τοῦ τῆς ̓Αλεξανδρέων ἱερέως, καὶ ̓Αμμωνίου τοῦ σοφωτάτου, τῶν ἀρ- χαίων καὶ πρὸ τῶν [πρώτων ξοδδ] συνόδων ἐξηγητῶν, εἰς Χριστὸν καὶ τὴν ἐκκλ

 Θωμᾶς μὲν τὴν Παρθίαν ειληχεν, ̓Ιωάννης δὲ τὴν ̓Ασίαν, πρὸς ους καὶ διατρίψας ἐτελεύτησεν ἐν ̓Εφέσῳ.

ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεωρακότα. 2.13 σφόδρα γάρ τοι σμικρὸς ων τὸν νοῦν, ὡς αν ἐκ τῶν αὐτοῦ λόγων τεκμηράμενον εἰπεῖν, φαίνεται· πλὴν καὶ τοῖς μετ' αὐτὸν πλείστοις οσοις τῶν ἐκκλησιαστικῶν τῆς ὁμοίας αὐτῷ δόξης παραίτιος γέγονεν, τὴν ἀρχαιότητα τἀνδρὸς προβεβλημένοις, ωσπερ ουν Εἰρηναίῳ καὶ ει τις αλλος τὰ ομοια φρονῶν ἀναπέφηνεν. 2.14 καὶ αλλας δὲ τῇ ἰδίᾳ γραφῇ παραδίδωσιν ̓Αριστίωνος τοῦ πρόσθεν δεδηλωμένου τῶν τοῦ κυρίου λόγων διηγήσεις καὶ τοῦ πρεσβυτέρου ̓Ιωάννου παραδόσεις, ἐφ' ας τοὺς φιλομαθεῖς ἀναπέμψαντες, ἀναγκαίως νῦν προσθήσομεν ταῖς προεκτεθείσαις αὐτοῦ φωναῖς παράδοσιν, ην περὶ Μάρκου τοῦ τὸ εὐαγγέλιον γεγραφότος ἐκτέθειται διὰ τούτων· 2.15 Καὶ τοῦθ' ὁ πρεσβύτερος ελεγεν· Μάρκος μὲν ἑρμηνευτὴς Πέτρου γενόμενος, οσα ἐμνημόνευσεν, ἀκριβῶς εγραψεν, οὐ μέντοι τάξει, τὰ ὑπὸ τοῦ κυρίου η λεχθέντα η πραχθέντα· ουτε γὰρ ηκουσεν τοῦ κυρίου ουτε παρηκολούθησεν αὐτῷ, υστερον δέ, ὡς εφην, Πέτρῳ, ος πρὸς τὰς χρείας ἐποιεῖτο τὰς διδασκαλίας, ἀλλ' οὐχ ωσπερ σύνταξιν τῶν κυριακῶν ποιούμενος λογίων, ωστε οὐδὲν ημαρτεν Μάρκος, ουτως ενια γράψας ὡς ἀπεμνημόνευσεν· ἑνὸς γὰρ ἐποιήσατο πρόνοιαν, τοῦ μηδὲν ων ηκουσεν παραλιπεῖν η ψεύσασθαί τι ἐν αὐτοῖς. Ταῦτα μὲν ουν ἱστόρηται τῷ Παπίᾳ· περὶ τοῦ Μάρκου. 2.16 περὶ δὲ τοῦ Ματθαίου ταῦτ' ειρηται· Ματθαῖος μὲν ουν ̔Εβραΐδι διαλέκτῳ τὰ λόγια συνετάξατο, ἡρμήνευσεν δ' αὐτά, ὡς ην δυνατὸς εκαστος. 2.17 Κέχρηται δ' ὁ αὐτὸς μαρτυρίαις ἀπὸ τῆς ̓Ιωάννου προτέρας ἐπιστολῆς καὶ ἀπὸ τῆς Πέτρου ὁμοίως, ἐκτέθειται δὲ καὶ αλλην ἱστορίαν περὶ γυναικὸς ἐπὶ πολλαῖς ἁμαρτίαις διαβληθείσης ἐπὶ τοῦ κυρίου, ην τὸ καθ' ̔Εβραίους εὐαγγέλιον περιέχει. καὶ ταῦτα δ' ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιτετηρήσθω.

3.1 ̓Απολιναρίου· Οὐκ ἀπέθανε τῇ ἀγχόνῃ ̓Ιούδας, ἀλλ' ἐπεβίω καθαιρεθεὶς

πρὸ τοῦ ἀποπνιγῆναι. καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων Πράξεις, οτι πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ. τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ ̓Ιωάννου μαθητὴς λέγων ουτως ἐν τῷ δ' τῆς ἐξηγήσεως τῶν κυριακῶν λόγων· 3.2 Μέγα δὲ ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ κόσμῳ περιεπάτησεν ὁ ̓Ιούδας πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρκα, ωστε μηδὲ ὁπόθεν αμαξα ῥᾳδίως διέρχεται ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ογκον αὐτοῦ. τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασὶ τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατροῦ <διὰ> διόπτρας ὀφθῆναι δύνασθαι· τοσοῦτον βάθος ειχον ἀπὸ τῆς εξωθεν ἐπιφανείας. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι, φέρεσθαι δὲ δι' αὐτοῦ ἐκ παντὸς τοῦ σώματος συρρέοντας ἰχῶράς τε καὶ σκώληκας εἰς υβριν δι' αὐτῶν μόνων τῶν ἀναγκαίων. 3.3 μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας ἐν ἰδίῳ, φασί, χωρίῳ τελευτήσαντος, ἀπὸ τῆς ὀδμῆς ερημον καὶ ἀοίκητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ' οὐδὲ μέχρι τῆς σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ καὶ ἐπὶ τῆς γῆς εκρυσις ἐχώρησεν. 4.1 Παπίας δὲ ουτως ἐπὶ λέξεως· ̓Ενίοις δὲ αὐτῶν, δηλαδὴ των͂ πάλαι θείων ἀγγέλων, καὶ τῆς περὶ τὴν γῆν διακοσμήσεως εδωκεν αρχειν, καὶ καλῶς αρχειν παρηγγύησε. καὶ ἑξῆς φησίν· Εἰς οὐδὲν δὲ συνέβη τελευτῆσαι τὴν τάξιν αὐτῶν. Περὶ μέντοι τοῦ θεοπνεύστου τῆς βίβλου (τῆς ̓Αποκαλύψεως ̓Ιωάννου σξιλ.) περιττὸν μηκύνειν τὸν λόγον ἡγούμεθα, τῶν μακαρίων Γρηγορίου φημὶ τοῦ θεολόγου καὶ Κυρίλλου, προσέτι δὲ καὶ τῶν ἀρχαιοτέρων Παπίου, Εἰρηναίου, Μεθοδίου καὶ ̔Ιππολύτου ταύτῃ προσμαρτυρούντων τὸ ἀξιόπιστον. Λαβόντες τὰς ἀφορμὰς ἐκ Παπίου τοῦ πάνυ, τοῦ ̔Ιεραπολίτου, τοῦ [+ ἐν ξοδδ] τῷ ἐπιστηθίῳ φοιτήσαντος, καὶ Κλήμεντος καὶ