ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.
4 Περὶ τῶν μὴ μετανοούντων. Τοῖς γὰρ παντάπασιν ἀπεγνωσμένοις καὶ ἀμετανοήτοις, «δέρμα τε Αἰθίοπος
ἀμετάβλητον κεκτημένοις καὶ ποικίλματα παρδάλεως», λεχθήσεται τὸ τῆς ἑτέρας συκῆς· «Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα, διὸ καὶ παραχρῆμα ξηραίνεται». Ἀποπληροῦται γοῦν ἐπ' αὐτοῖς καὶ τὸ ὑπὸ τοῦ Ἐκκλησιαστοῦ εἰρημένον· «∆ιεστραμμένον οὐ δυνηθήσεται ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι». Εἰ μὴ γὰρ πρότερον τὸ διεστραμμένον διορθωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἐπικοσμηθῆναι, καὶ εἰ μὴ πρότερον τὸ ὑστέρημα ἀναπληρωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἀριθμηθῆναι. Ὅθεν καὶ ἐπὶ τέλους συμβήσεται αὐτοῖς τὸ λεγόμενον ὑπὸ τοῦ προφήτου Ἡσαΐου· «Καὶ ὄψονται γάρ, φησί, τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί». Ἐπεὶ καὶ ὡς προλέλεκται ὑπ' αὐτοῦ. «Οἱ δὲ ἄδικοι κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ μὴ δυνήσονται· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός».
5 Περὶ τῶν καθυποκριναμένων. Τοῖς δὲ καθυποκριναμένοις κατὰ τὸν ἐπιληπτευσάμενον ∆αυΐδ, ἵνα μὴ
ἀποθάνῃ, οὐκ ὄντα ἐπίληπτον, καὶ μὴ γυμνῶς ἀπογραψαμένοις τὰ πρὸς ἄρνησιν, ἀλλὰ διαπαίξασι κατὰ πολλὴν στενοχωρίαν ὡσὰν παιδία βουλευτικὰ ἔμφρονα ἐν παιδίοις ἄφροσι τὰς τῶν ἐχθρῶν ἐπιβουλάς, ἤτοι ὡς διελθόντες βωμούς, ἤτοι ὡς χειρογραφήσαντες, ἤτοι ὡς ἀνθ' ἑαυτῶν βαλόντες ἐθνικούς, εἰ καί τισιν αὐτῶν συνεχώρησάν τινες τῶν ὁμολογητῶν, ὡς ἤκουσα, ἐπεὶ μάλιστα κατὰ πολλὴν εὐλάβειαν ἐξέφυγον αὐτόχειρες γενέσθαι τοῦ πυρὸς καὶ τῆς ἀναθυμιάσεως τῶν ἀκαθάρτων δαιμόνων, ἐπεὶ τοίνυν ἔλαθεν αὐτοὺς ἀνοίᾳ τοῦτο πράξαντας, ὅμως ἑξάμηνος αὐτοῖς ἐπιτεθήσεται τῆς ἐν μετανοίᾳ ἐπιστροφῆς· οὕτω γὰρ μᾶλλον καὶ αὐτοὶ ὠφεληθήσονται, καταμελετῶντες τὸ προφητικὸν ῥητὸν καὶ λέγοντες· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος». Ὅπερ, ὡς ἴστε, ἐν τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως τοῦ ἑτέρου παιδίου, τοῦ προκηρύξαντος πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν, συνελήφθη καὶ αὐτὸ κηρῦξαι μετάνοιαν· καὶ γὰρ καὶ τῶν ἀμφοτέρων ἀκούομεν ἐν πρώτοις κηρυσσόντων οὐ μόνον περὶ μετανοίας, ἀλλὰ καὶ περὶ βασιλείας οὐρανῶν, ἥτις καθὼς μεμαθήκαμεν «ἐντὸς ἡμῶν ἐστι», «τῷ ἐγγὺς ἡμῶν εἶναι τὸ ῥῆμα ὃ πιστεύομεν ἐν τῷ στόματι ἑαυτῶν καὶ ἐν τῇ καρδίᾳ ἑαυτῶν». Περὶ ἧς καὶ αὐτοὶ ὑπομνησθέντες μαθήσονται «ὁμολογεῖν ἐν τῷ στόματι ἑαυτῶν, ὅτι κύριος Ἰησοῦς, πιστεύοντες ἐν τῇ καρδίᾳ ἑαυτῶν, ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν», ἅτε δὴ ἀκούοντες ὅτι «καρδίᾳ μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν». 6 Περὶ δούλων ἀναγκασθέντων ὑπὸ τῶν οἰκείων δεσποτῶν ὑπὲρ αὐτῶν θῦσαι. Τοῖς δὲ δούλους χριστιανοὺς ἀνθ' ἑαυτῶν ὑποβεβληκόσιν, οἱ μὲν δοῦλοι ὡσὰν ὑποχείριοι ὄντες καὶ τρόπον τινὰ καὶ αὐτοὶ φυλακισθέντες ὑπὸ τῶν δεσποτῶν, καταπειληθέντες τε ὑπ' αὐτῶν, καὶ διὰ τὸν φόβον αὐτῶν εἰς τοῦτο ἐληλυθότες καὶ ὀλισθήσαντες, ἐν ἐνιαυτῷ τὰ τῆς μετανοίας ἔργα δείξωσι, μανθάνοντες τοῦ λοιποῦ ὡς δοῦλοι Χριστοῦ «ποιεῖν τὸ θέλημα τοῦ θεοῦ» καὶ φοβεῖσθαι αὐτόν, ἀκούοντες μέλιστα, ὅτι «ἕκαστος ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος».
7 Περὶ τῶν τὰς ἰδίας δούλας ἀνθ' ἑαυτῶν ἀναγκασάντων θῦσαι.