χρόνον, τὸ ἀπαθές, τὸ ἐκ τοιούτου πατρός, τοῦτ' ἔστιν ὁμοούσιος. ἦν θεὸς ὁ πατὴρ πρὸς ὃν ὁ υἱὸς ἦν καὶ θεὸς ὁ Λόγος ὁ πρὸς τὸν πατέρα ἦν καὶ ἦν ὁμοίως καὶ θεὸς καὶ θεὸς ὁμοίως εἷς θεὸς ἦν· καὶ ἦν συνάναρχος γὰρ ὁ πατὴρ τῷ υἱῷ. ἐννόει δὲ καὶ σπουδὴν ἡλίκην τοῦ εὐαγγελιστοῦ εἰς τὸ ἀνακηρῦξαι θεὸν τὸν Λόγον· ἐπειδὴ γὰρ εἶπεν Λόγον, εἶπεν καὶ πρὸς τὸν θεόν· ἵνα μή τις καὶ τὰ ἄλλα καταλέγων ἴδια ἄλλο τι τὸν Λόγον ὑποπτεύσῃ παρὰ τὸν θεόν, οὐκ ἀνέμεινεν τὰ κατὰ μέρος εἰπεῖν, ἀλλ' εὐθέως ἀνέκραξεν καὶ θεὸς ἦν ὁ Λόγος μηδὲν ἕτερον ἀνασχόμενος ἐφεξῆς εἰπεῖν τοῦ καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, ἀλλ' ἢ ὅτι καὶ θεὸς ἦν ὁ Λόγος. εἶτα τὸ σπουδαζόμενον ἀνειπὼν πάλιν ἐπεξέρχεται καὶ ἃ ἐμπεριέχεται τούτῳ χαρακτηριστικὰ καὶ ἴδια τῆς θεότητος. 3 Jo 1, 3-4 Οὐ μόνον φησὶ δι' αὐτοῦ τὰ πάντα ἐγένετο, ἀλλὰ καὶ εἴ τι γέγονε. ἦν ἐν αὐτῷ ζωή, τοῦτ' ἔστιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ἡ πάντων ἀρχή τε καὶ σύστασις ὁρατῶν τε καὶ ἀοράτων, ἡ τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυτρόπως τοῖς οὖσι χαριζομένη, οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα τῶν τῇ φύσει διεστώτων χωρῶν. μία δὲ ἡ πάντα ζωὴ χωροῦσα πρὸς ἕκαστον ὡς ἂν αὐτῷ πρέπῃ καὶ δύνηται μετασχεῖν. 4 Jo 1, 4 Ἐν αὐτῷ ζωὴ ἦν, τοῦτ' ἔστι πηγή ἐστι τῆς ζωῆς τῆς μὴ φθειρομένης μηδὲ λυομένης. εἰ δὲ ταύτης, πολλῷ μᾶλλον αὐτῆς αἴτιος καὶ τῆς ἐπικήρου ταύτης καὶ πρὸς τὸ συμφέρον λυομένης. ἐν τίνι δὲ ἦν ἡ τοιαύτη ζωή; δῆλον ὅτι ἐν τῷ υἱῷ· οὗτος γὰρ ἐλθὼν ἐν τῷ κόσμῳ πᾶσιν ἀνθρώποις αὐτὴν ἐπήγαγε διὰ τῆς εἰς αὐτὸν πίστεως καὶ ἐχορήγησεν. 5 Jo 1, 5 Ἡ σκοτία ἢ ὁ θάνατος ἢ ἡ πλάνη ἢ ἡ ἁμαρτία· τοὺς γὰρ εἰς αὐτὸν εἰλικρινῶς πεπιστευκότας καὶ τῶν ἐντολῶν αὐτοῦ φύλακας γεγενημένους καὶ τὴν ὡς ἀληθῶς ζωὴν διὰ τούτων ἐν ἑαυτοῖς δεξαμένους οὔτε θάνατος περιγίνεται· ὁ γὰρ πιστεύων εἰς ἐμέ, φησίν, κἂν ἀποθάνῃ, ζήσεται. οὔτε ἁμαρτία· ὑμεῖς γὰρ οὐκ ἐστὲ ἐκ τοῦ κόσμου· ἀλλ' οὐδὲ πλάνη, ἀλλ' οὐδὲ θλῖψις ἢ κάκωσις· θαρσεῖτε γάρ, φησίν, ἐγὼ νενίκηκα τὸν κόσμον. εἰ δὲ οἱ τῆς ἐκεῖθεν χορηγουμένης ζωῆς ἀξιωθέντες τοΣούτου φωτὸς ἀπήλαυσαν, ὥστε παντὸς σκότους γεγονέναι κρείττους καὶ τὴν ἐκεῖθεν ἀχλὺν διασκεδάσαι, τί χρὴ διανοῆσαι καὶ περὶ αὐτοῦ τοῦ χορηγοῦντος τὴν ἀνέσπερον καὶ φωτοφόρον ζωήν; 6 Jo 1, 6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος ἀντὶ τοῦ εἰς τοῦτο αὐτὸ γέγονεν εἰς τὸ προαπεστάλθαι τοῦ Λόγου καὶ κηρῦξαι τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ· οὐ γὰρ κατὰ πάροδον ἢ κατά τινα συγκυρίαν ἢ ἄλλως κατὰ ἀνθρωπίνην φιλοτιμίαν ἐκήρυξεν ἅπερ ἐκήρυξεν περὶ τοῦ Χριστοῦ, ἀλλὰ κατὰ χρέος καὶ ὡς εἰς αὐτὸ τοῦτο γεγενημένος εἰς τὸ πρόδρομος αὐτοῦ καὶ κῆρυξ ἀπεστάλθαι καὶ χρηματίσαι. 7 Jo 1, 6-9 Ἐπειδὴ ἀνθρωπινώτερον εἶπε τὸ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα μή τισι δόξῃ ἐκ τῆς τοῦ Ἰωάννου μαρτυρίας κερδαίνειν τι τὸν Λόγον, εἰς τὸ ὑψηλὸν καὶ πρέπον πάλιν ἀνέδραμεν καί φησιν· καὶ τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον. ἦν φησιν, οὐ χρείαν ἔχει μαρτυρίας· φῶς γὰρ ἦν καὶ ἔστιν ἀεί, ἀλλ' ἡ μαρτυρία τῶν ἀνθρώπων χάριν, ἵνα πιστεύσαντες καὶ διὰ τοῦ ὁμοδούλου χειραγωγηθέντες σωθῶσιν. ἦν τὸ φῶς καὶ πάντα ἄνθρωπον φωτίζει ὥστε καὶ τὸν Ἰωάννην αὐτὸν φωτίζει τὸ φῶς· ἄνθρωπος γὰρ ἦν ἀπεσταλμένος ὁ Ἰωάννης. οὐκοῦν οὐκ ἐδεῖτο τῆς μαρτυρίας αὐτοῦ τὸ φῶς, ἀλλ' ὥσπερ ἔφημεν, μαρτυρεῖ, ἵνα πιστεύσαντες οἱ ἀκούσαντες σωθῶσιν. 8 Jo 1, 10 Τοῦτο ἐντρέπων καὶ ἐμφράττων τὰ στόματα τῶν λεγόντων τοῦ πονηροῦ εἶναι τὸν κόσμον· οὐ γὰρ ἂν ἠνέσχετο ἐν τῷ τοῦ ἐχθροῦ καὶ πολεμίου εἶναι ποιήματι ὁ ἀγαθός. διὸ καὶ ἐναργέστερον ταύτην τὴν ὑποψίαν ἀναιρῶν καὶ ὁ κόσμος, φησίν, δι' αὐτοῦ ἐγένετο· ἄνω μὲν γὰρ καθολικῶς εἶπεν· πάντα δι' αὐτοῦ ἐγένετο· νῦν δὲ καὶ ἰδικῶς αὐτὸν τὸν κόσμον, ὅν τινες διὰ τὰς ἐν αὐτῷ δοκούσας ἀνωμαλίας ἑτέρας ἀρχῆς πονηρᾶς, ἀλλ' οὐ τῆς ἀγαθοποιοῦ ἐφαντάσθησαν. ὧν τρανῶς τὴν ἀλογίαν καὶ ἀναισχυντίαν διὰ τοῦ εἰπεῖν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο ἐστηλίτευσεν. τὸ δὲ ἐν τῷ κόσμῳ ἦν οὐχ ὡς περιεχόμενος ἢ περιγραφόμενος ἐν αὐτῷ, ἄπαγε, ἀλλ' ὡς πανταχοῦ. οὕτω καὶ ἐν τῷ κόσμῳ ὡς ποιητὴς ἐν τῷ ποιήματι, ὡς τεχνίτης ἐν τῷ