Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμ

 διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυ

 καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν

 ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζ

 ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντ

 ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν

 τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτο

 διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσι

 νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συ

 δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλε

 παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τ

 σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδ

 κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶ

 πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώ

 γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσ

 περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸ

 μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ' ὁμοιότητα τῆς τ

 ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν 499 οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτω

 ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο

 ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε

 ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς

 ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνο

 ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευο

 οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖ

 λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τ

 τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτ

 εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτ

 πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους

 κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δη

 ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐ

 τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί

 ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρι

 ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς

 αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπε

 παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολ

 τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴ

 κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χει

 καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ

 ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος

 τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς

 πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν. Rο+m15,13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπ

 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπ

 

διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυσανασχετήσωσι, κοινοποιεῖται καὶ τὸ χάρισμα τὸ πνευματικὸν καὶ τὸ στηριχθῆναι αὐτούς. καὶ οὐκ ἔστι, φησί, τὸ ταῦτα γενέσθαι ἐμὸν ἢ τῆς ἐμῆς μόνης προαιρέσεως καὶ διακονίας, ἀλλὰ κοινόν ἐστιν ὑμῶν τε καὶ ἐμοῦ· καὶ οὐδὲ τό τε ἁπλῶς, ἀλλὰ διὰ τῆς ἐν ἀλλήλοις πίστεως. πῶς καὶ τίνα τρόπον; ἐὰν αὐτοὶ ἔχητε, φησί, πίστιν τοῦ λαβεῖν τὸ χάρισμα, ἐγώ τε πάλιν πίστιν τοῦ δοῦναι ὑμῖν, τότε δὴ καὶ τὸ χάρισμα πνευματικὸν ὑπάρχον διὰ τῆς ἐν ἀλλήλοις πίστεως ἐνεργεῖται καὶ δίδοται· ἐὰν γὰρ ἐγὼ μὲν πίστιν ἔχω τοῦ δοῦναι καὶ πολὺν ἀγῶνα καὶ σπουδήν, ὑμεῖς δὲ οὐκ ἔχητε πίστιν τοῦ λαβεῖν, οὐδ' ἐπιθυμίαν καὶ ἐπιμέλειαν περὶ τὸ λαβεῖν, οὐ παραγίνεται ὑμῖν, κἂν ἐγὼ βούλωμαι, τὸ χάρισμα τὸ πνευματικόν. δεῖ οὖν ἀμφότερα συνδραμεῖν, καὶ τὸ ἐξ ἐμοῦ καὶ τὸ ἐξ ὑμῶν· ἀλλὰ τὸ ἐξ ἐμοῦ πάρεστιν ἐγὼ γὰρ οὐ μόνον ἁπλῶς κρίνω δεῖν ὑμᾶς λαβεῖν τὴν δωρεὰν ἀλλὰ καὶ ἐπιποθῶ , λοιπόν ἐστι τὸ ἐξ ὑμῶν. τοῦτο δὲ παραγίνεται δι' ἔργων ἀγαθῶν καὶ καρπῶν ἀξίων τῆς δωρεᾶς· τότε γὰρ αὐτοὶ πίστιν ἕξετε τοῦ λαβεῖν καὶ ἐπιθυμίαν, ὅτε ἀξίους ἑαυτοὺς παρασκευάσετε τῆς δωρεᾶς· καὶ τότε ἔτι μᾶλλον κἀγὼ πλέον ἕξω πίστιν καὶ ἐπιπόθησιν τοῦ δοῦναι, ὥστε πανταχόθεν ἐξ ὑμῶν ὑπάρχει τὸ λαβεῖν ὑμᾶς. λαμβανόντων δὲ ὑμῶν τὸ χάρισμα, κοινὸν γίνεται τὸ κέρδος, καὶ δηλονότι παρακαλούμεθα καὶ εὐφραινόμεθα ἐν ἀλλήλοις. ∆ιὰ τῆς ἐν ἀλλήλοις πίστεως· ὑμῶν μὲν διὰ τοῦ παραλαβεῖν καὶ παραδέξασθαι τὴν πίστιν, ἐμοῦ δὲ διὰ τοῦ κηρύξαι καὶ παραδοῦναι ταύτην· ἢ καὶ ὑμῶν μὲν ἀξιόπιστον εἰς τὸ κηρύξαι καὶ διδάξαι με ὑπολαμβανόντων, ἐμοῦ δὲ πάλιν ἀξιοπίστους εἰς τὸ ἐμπιστευθῆναι τὰ λόγια τοῦ θεοῦ καὶ τὴν τελειοτέραν κρίναντος διδασκαλίαν· ἢ ἐμοῦ μὲν ὁρῶντος προθύμως ὑποδεχομένους ὑμᾶς καὶ ἐξ ἑτοίμου τὸ κήρυγμα, ὑμῶν δὲ πάλιν τὴν ἐμὴν σπουδὴν καὶ τὴν περὶ αὐτὸ ἐπιμέλειαν αὐτῇ παραλαμβανόντων ὄψει· μέγα γὰρ εἰς παράκλησιν μαθητῶν σπουδὴ διδασκάλου, καὶ πάλιν εἰς διδασκάλου παράκλησιν μαθητῶν ἑτοιμότης καὶ προθυμία. συντελεῖ δὲ τοῦτο καὶ εἰς μείζονα πληροφορίαν τῆς πίστεως ἑκατέροις, ὅταν ὁ μὲν κηρύσσων ὁρᾷ τὰς τῶν ἀνθρώπων ψυχὰς παραδόξως εἰς ὑπακοὴν ἑλκομένας μᾶλλον γὰρ τὴν θειότητα καὶ τὸ μεγαλεῖον τῆς πίστεως ἀποθαυμάζει καὶ μᾶλλον ῥώννυται εἰς τὸ κηρύσσειν ταύτην , καὶ ὅταν πάλιν ὁρῶσιν οἱ μαθηταὶ εὐτόνως καὶ σὺν ἐλπίδι βεβαίᾳ τὸν κήρυκα τὴν πίστιν παραδιδόντα· μᾶλλον γὰρ ὑποδέχονται αὐτὴν καὶ μᾶλλον στηρίζονται ἐν αὐτῇ, καὶ διὰ τῆς ἐν ἀλλήλοις πίστεως οὕτως ἑκάτεροι παρακαλοῦνται. 473 Rο+m1,13-14 Τὸ ἵνα τινὰ καρπὸν σχῶ καθ' ὑπερβατὸν κεῖται· τὸ γὰρ ἀκόλουθον εἴη ἄν· πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καρπόν τινα σχῶ ἐν ὑμῖν, ἀλλ' ἐκωλύθην ἄχρι τοῦ δεῦρο. ἀλλ' εἴποι τις ὅτι εἰ ἡ πίστις αὐτῶν ἐν ὅλῳ τῷ κόσμῳ κατηγγέλλετο, τίνα καρπὸν αὐτὸς ἤθελε παραγενόμενος παρασχεῖν; ἀλλὰ πολὺν μὲν οὖν ἐροῦμεν· εἰ γὰρ καὶ ἐπεπιστεύκεισαν, παμπόλλων ὅμως ἐδέοντο. καὶ τοῦτο δηλοῦται καὶ δι' ὅλης τῆς ἐπιστολῆς καὶ πρὸ ὀλίγου λέγοντος εἰς τὸ στηριχθῆναι ὑμᾶς, καὶ ἡνίκα μὴ κρίνειν ἀλλήλους παραινεῖ, καὶ ἡνίκα ἐκκλίνειν τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παραινεῖ, καὶ μυρία. οὐδὲν οὖν ἀπεικὸς καὶ τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι καὶ αὐτοὺς ἔτι πολλῆς δεῖσθαι τῆς Παύλου ἐπικουρίας καὶ τῆς δι' αὐτοῦ καρποφορίας. ὅρα δὲ πῶς φησίν· ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν; τοῦτο μὲν δεικνύς, ὅτι ὁ ἐκείνων καρπὸς οἰκεῖος ἐλογίζετο τῷ Παύλῳ καρπός, καὶ οὕτως ἔχαιρεν ἐν τοῖς τῶν πλησίον κατορθώμασιν, ὥστε καὶ αὐτὸς ἔχειν ἡγεῖτο τὸν καρπόν. τοῦτο δὲ πάλιν δεικνύς, ὅτι ἕνεκεν τῆς αὐτῶν ὠφελείας τὴν πρὸς αὐτοὺς ἔσπευδε στείλασθαι πορείαν, ἄλλ' ὥστε δὲ καὶ Παύλου καρπὸς ἦν ἀληθῶς ὁ ἐκείνων καρπός· ἔργον γὰρ ἦν καὶ σπευδὴ τὸ καρποφορεῖν τὰ ἔθνη. καλῶς οὖν φησιν· ἵνα τινὰ καρπὸν σχῶ, ἀμφότερα δηλῶν, καὶ τὸ ἐκείνους τὴν ἀρετὴν καρποφορεῖν καὶ τὸ ἐκεῖνον αὐτοὺς τούτους· ἐν γὰρ τῇ ἐκείνων καρποφορίᾳ ἡ τοῦ Παύλου ἐδείκνυτο