ὡς μέρος δὲ παραλαμβανόμενον λέξεως τὸ α δηλοῖ μὲν καὶ στέρησιν, ὥσπερ τὸ ἄνανδρον, ἄκακον, δηλοῖ δὲ καὶ τὸ μέγα, ὡς τὸ ἀχανὲς πέλαγος, ἀλλὰ καὶ τὸ πολύ, ὡς τὸ ἐν ἀξύλῳ ὕλῃ (Λ 155), καὶ τὸ ὁμοῦ, ὡς τὸ ἀδελφός, ὁ ἐκ τῆς αὐτῆς δελφύος ἤτοι μήτρας, καὶ τὸ κακόν, ὡς τὸ ἀμήχανε (14), ἀντὶ τοῦ κακομήχανε, καὶ τοιαῦτα ἕτερα. alpha.2 ἂ ἄ· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἀναφώνημα. δασυνθὲν δὲ γέλωτα δηλοῖ, ὥς φησι ∆ιογενιανός (fr. 1 Schmidt). alpha.3 ἄ α· σύστημα ὕδατος. alpha.4 Ἀαγέσ· ἄθραυστον, ἰσχυρόν. alpha.5 Ἀαδεῖν· ὀχλεῖν, ἀπορεῖν, ἀδικεῖν, ἀσιτεῖν. alpha.6 Ἀάλιον· ἄτακτον, ἀκρατές. alpha.7 Ἄαπτον· ἰσχυρόν, βαρύ, χαλεπόν. οἱ δὲ ἄπληστον. καὶ χεῖρας ἀάπτους (A 567) μεγάλας, ἀπροσπελάστους, ὧν οὐχ ἅψαιτό τις. εἰ δὲ ψιλωθείη, τὰς ἀπτοήτους. οἱ δὲ ἄαπτον ἄπειρον, ἀπέραντον. alpha.8 Ἀάπτουσ· οἱ μὲν δασύνοντες τὸ δεύτερον α ἀκούουσιν ἀπροσπελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, οἱ δὲ ψιλοῦντες †ἀπράκτους†. οἱ δὲ τὰς ἀνεκφεύκτους καὶ χαλεπάς. Ἀπίων δὲ (fr. 1 N.) δασύνει· βούλεται γὰρ ἀποδιδόναι· ὧν οὐκ ἄν τις ἅψαιτο, ἢ τὰς πολλοῖς προσπελαζούσας. alpha.9 Ἀᾶσαι· τέσσαρα σημαίνει· κορέσαι, καθυπνῶσαι, βλάψαι, λυπῆσαι. alpha.10 Ἀασάμην· ἥμαρτον, ἐσφάλην, ἐβλάβην, οἷον ἄτῃ περιέπεσον. alpha.11 Ἄασαν· ἔβλαψαν. alpha.12 Ἀάσατο· ἠγνόησεν, ἥμαρτεν, ἐφθόνησεν. alpha.13 Ἀᾶσθαι· λωβᾶσθαι, κακοῦν. alpha.14 Ἀασίφρων· φρενοβλαβής. καὶ ἀασιφρονία· ἡ φρενοβλάβεια. οἱ δὲ <ὁ> κοιμωμένας <τὰς> φρένας ἔχων. alpha.15 Ἄατον· μέγα, ἀκόρητον, πονηρόν. οἱ δὲ ἄβλητον, οἱ δὲ ἄτονον. alpha.16 Ἄατοσ· ἀβλαβής. ἐνίοτε δὲ ὑπεραποφατικῶς· οὗ<τος> μὲν δὴ ἄεθλος <ἀάατος ἐκτετέλεσται> (χ 5). alpha.17 Ἄατοσ· ἐπιβλαβής. ἔνιοι ἀπλήρωτον, οἱ δὲ μέλανα. alpha.18 Ἀβακέωσ· ἀσυνέτως. alpha.19 Ἀβακηνούσ· τοὺς γυναικὶ μὴ ὁμιλήσαντας. alpha.20 Ἀβακήμων· ἀσύνετος, ἄλαλος, ἄφθογγος. alpha.21 Ἀβακῆσαι· ἁμαρτῆσαι, δυσκωφῆσαι. alpha.22 Ἀβάκησαν· ἠγνόησαν καὶ ἠσυνέτησαν. οἱ δὲ ἡσύχασαν. alpha.23 Ἀβάκητον· ἀνεπίφθονον. alpha.24 Ἄβακτον καὶ ἄβυκτον· τὸν μὴ μακαριστόν. ∆ωριεῖς δὲ τὸν ἀνεπίπληκτον καὶ ἀμεμφῆ. alpha.25 Ἀβάκιον· ἐφ' οὗ ἐκύβευον καὶ ἐφ' οὗ τοὺς λογισμοὺς ἐποιοῦντο. alpha.26 Ἀβάλε· εἴθε· ἀβάλε [...]. alpha.27 Ἄβαλεν· ἔβαλεν. alpha.28 Ἄβαπτοσ· ἀστόμωτος. alpha.29 Ἄβαρισ· ὄνομα κύριον· λοιμοῦ γάρ, φασί, κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος, ἐν ᾧ παραγέγονε, διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν τρίτην αὐτὸν Ὀλυμπιάδα λέγει FGrHist 568 F 4) παραγενέσθαι, ὁ δὲ Πίνδαρος (fr. 270 Snell) κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν εἰκοστὴν καὶ πρώτην Ὀλυμπιάδα. alpha.30 Ἀβασάνιστοσ· ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας τρίτῳ λόγῳ (fr. 9 Hercher) τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης. alpha.31 Ἄβατον· ἱερόν, ἀπρόσιτον, ἔρημον. alpha.32 Ἄβατος ὁδόσ· ἣν οὐχ οἷόν τε βαίνειν οὐδὲ ὁδοιπορεῖν. alpha.33 Ἀβδέλυκτα· τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι (fr. 137 N.2 † 230 M.)· καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτα ἐμοὶ τάδε. alpha.34 Ἀβέβηλοσ· καθαρός. καὶ ἀβέβηλα· τὰ ἄβατα χωρία καὶ ἱερὰ alpha.34 καὶ μὴ τοῖς τυχοῦσι βάσιμα, μόνοις δὲ τοῖς θεραπεύουσι τοὺς θεούς. βέβηλα δὲ ἐλέγετο τὰ μὴ ὅσια μηδὲ ἱερά. οὕτως Σοφοκλῆς (οξ 10). alpha.35 Ἀβελτερία· ἀνοησία. καὶ ἀβέλτεροσ· ὁ ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων. alpha.36 Ἀβέλτεροσ· οὐ μὰ ∆ία οὐχ ὁ πλεονέκτης καὶ ἀγνώμων, ἀλλ' ὁ ἀνόητος καὶ εὐήθης μετὰ χαυνότητος. Μένανδρος Περινθίᾳ (fr. 1b K.Th. † 3 Sandbach)· ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ' ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος ἐπαβελτερώσας τὸν