1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; {∆ιονυσίου.} Τίς γάρ, ἐκ τῆς τῶν γηΐνων ἐργασίας πλουτήσας, δίπηχυς ὑπάρχων τρίπηχυς ἐγένετο; Ἢ τυφλὸς ὢν ἀνέβλεψε; Οὐκοῦν ὑπὲρ τὸν ἥλιον τοὺς πόνους πεμπτέον· ἐκεῖ γὰρ οἱ μόχθοι τῶν ἀρετῶν διαβαίνουσιν. 1.4 Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. {σξηολια αυξτορις νομινε ξαρεντ} Ἀλλ' οὐκ εἰς τοὺς αἰῶνας. 1.5 Ἀνατέλλει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. {Τοῦ Νύσσης.} ∆είκνυσιν ὅτι τὸ μέγα τοῦτο στοιχεῖον πανταχοῦ διατρέχει καὶ κατὰ τὴν ἐξουσίαν τὴν ἑαυτοῦ πορεύεται. Εἰ γὰρ ἂν καὶ τὸν δρόμον ἐνήλλαττεν, ἀλλ' εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Τοῦτο δέ φησι ὀνειδίσαι βουλόμενος τὸ ἀνθρώπινον γένος, ὅπως παρέβη τὸν τοῦ θεοῦ νόμον, ὃν ἐξ ἀρχῆς ἐδέξατο. ∆ιὸ καὶ γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ φύλλων δίκην τὸ μὲν φύει τὸ δὲ πίπτει καὶ μαραίνεται. Οὐκ ἂν δὲ τοῦτο πεπόνθαμεν, εἰ τὸν τοῦ θεοῦ νόμον ἐφυλάξαμεν. 1.4βις Ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. {Τοῦ Νύσσης.} Σὺ οὖν κρατῶν ἀρετῆς μιμοῦ τὴν γῆν ἱσταμένην εἰς τὸν αἰῶνα, ὀλίγον αὐτὸς ἔχων τὸν τῆς ἀθλήσεως χρόνον. 1.8 Πάντες οἱ λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. {σξηολια αυξτορις νομινε ξαρεντ} Πλήττει οὖν ὁ λόγος καὶ τοὺς ἠμελημένως ἀκροωμένους. Καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεωσ. {Νείλου.} Ὡς γὰρ χρωμάτων καὶ σχημάτων ἀντίληψις οὐ στενοχωρεῖ τῆς ὁράσεως τὴν δύναμιν, οὐδὲ ἀκοὴν φωνῶν καὶ λόγων θλίβουσιν ἦχοιἀμφοτέραις γὰρ ταῖς αἰσθήσεσι φυσικῶς πάρεστι τὸ ἀπλήρωτονοὕτως καὶ ἡ ματαιότης, ἅπαξ νικήσασα τῆς χρείας τὸ σύμμετρον ὡς ἀνέφικτον ὅρον κτίσεως, ἐξερρίπισε τῆς ἐπιθυμίας τὸ πρόθυμον. 1.11 Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον· καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. Ὃς λαλήσει καὶ ἐρεῖ· καὶ ἴδε τοῦτο καινόν ἐστιν, ἤδη γέγονε τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν. Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενησομένοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην. {Τοῦ Νύσσης.} Ὡς ἡμῶν ἐξ ὧν εἶπεν ἀντιτιθέντων ὅτι, εἰ πάντα ματαιότης, οὐδὲν γέγονε· τὸ γὰρ μάταιον πάντῃ ἀνύπαρκτον. Τί οὖν τὸ γενησόμενον, ὃ ἐν τῷ εἶναι μένει; Πρὸς ὃ ἀπαντῶν φησι· εἰ τὸ γενησόμενον νοήσεις, μανθά νεις ὡς γέγονεν ἤδη. Σκόπει γὰρ οἷος ἔσῃ καθαρθεὶς καὶ τοὺς θείους χαρακτῆρας ἀπολαβών, καὶ γνώσῃ τὸ γενόμενον κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. ∆ιὸ τὰ παρόντα ματαιότης ὠνόμασται, διότι ἐκεῖνο ἐν τοῖς παροῦσιν οὐκ ἔστιν. Εἶτα περὶ ψυχῆς εἰπὼν καὶ σώματος ἐπενήνοχεν, ἐκεῖνο, λέγων, ταῖς [δὲ] χερσὶ τοῦ θεοῦ τὸ σῶμα πεποίηται, ὃ δείξει τοῖς καθήκουσι χρόνοις αὐτὸ ἡ ἀνάστασις. Ἀκολούθως οὖν ἐπήγαγεν· οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον ὥστε τοῦτο δεικνῦντά τινα λέγειν· τοῦτο καινόν ἐστι καὶ τῷ ὄντι ὑφέστηκεν. Εἶτα ἐπαγωνίζεται λέγων· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς ἔμπροσθεν ἡμῶν. Εἰ δὲ λήθη τῶν γεγενημένων ἐκράτησεν, οὐ θαυμαστόν· καὶ τὰ νῦν γὰρ ὄντα λήθῃ συλληφθήσεται. Τοῦτο γὰρ δηλοῖ τὸ οὐκ ἔστιν τοῖς πρώτοις μνήμη, καὶ τὰ ἑξῆς· τῶν γὰρ μετὰ τὴν πρώτην εὐκληρίαν γεγονότων ἀνθρώποις κακῶν ἐξαλείψει τὴν μνήμην τὰ πάλιν ἐν τοῖς ἐσχάτοις ἐπιγινόμενα. 1.1213 Ἐγὼ Ἐκκλησιαστὴς βασιλεὺς ἐγενόμην, βασιλεὺς Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν ἥλιον· ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. {∆ιδύμου.} Οὐδὲ γὰρ ἠρκέσθην τοῖς ἀνθρωπίνοις ἀξιώμασιν, οὐδὲ πρὸς ῥαθυμίαν ἀπέκλινα καὶ τρυφήν, ἀλλὰ κατεσκοπούμην οὐκ ἐν σοφίᾳ οἵαν ἔχουσιν Ἕλληνες, ἀλλ' ἐν τῇ θείᾳ σοφίᾳ. Τί δὲ κατεσκοπούμην; Περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν· καὶ τί κατασκεψάμενος εὗρον; Ὅτι περισπασμὸν πονηρόν, καὶ τὰ ἑξῆς. {Τοῦ Νύσσης.} Περισπασμὸν ὃν μετὰ τὴν παρακοὴν τέθεικε λέγων· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ἐπίπονον γὰρ τοῦτο. Ἔνθα δὲ περισπασμός, ἐκεῖ καὶ πονηροῦ προαίρεσις πνεύματος, ἐπειδὴ περισπασμῶν