λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, ἵνα παρ' αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν. Μία ἐστὶν ἡ λαμπρότης, ἀλλ' ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀποτελεῖ, λαμπρότητα ἐλεημοσύνης, λαμπρότητα σωφροσύνης, λαμπρότητα φιλοξενίας, λαμπρότητα φιλοστοργίας. Παρὰ μὲν τῷ Θεῷ μία λαμπρότης· αὕτη δὲ εἰς ἡμᾶς πεμπομένη, ταῖς ἐνεργείαις διαφόρους ἀποτελεῖ τὰς 59.544 μαρμαρυγάς· τῷ μὲν χαριζομένη λαμπρότητα προφητείας, ἄλλῳ λαμπρότητα ἀποστολῆς, ἄλλῳ λαμπρότητα μαρτυρίου. Ἐκεῖ μὲν μία λαμπρότης· εἰς ἡμᾶς δὲ πολλαὶ, κατὰ τὸ εἰρημένον· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ∆ιὰ τί οὖν Παῦλος ἀπαριθμεῖται, καὶ λέγει· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; Οὐχ ἁπλῶς οὕτω διαιρεῖ ὁ Παῦλος, ἀλλ' ὡς εὑρίσκει ψυχὰς ἐπιτηδείας, οὐ κατὰ τὴν αὐθεντίαν μερίζει, ἀλλὰ κατὰ τὴν ὁμολογίαν τῆς πίστεως· οὐχ ὅτι παρὰ τὸ βούλημα αὐτοῦ δίδωσιν, οὐδὲ παρὰ τὸ θέλημα, ἀλλ' ὅτι τὸ θέλημα αὐτοῦ οὐκ ἔστιν ἄκριτον, ἀλλὰ κατὰ τὰ χαρίσματα τῶν δωρεῶν. Ὥσπερ γὰρ τὰ ἀνθηρὰ καὶ εὐβαφῆ τῆς βασιλικῆς ἐσθῆτος δέχεται μὲν ἀκτῖνα ἡλιακὴν, διαφόρους δὲ τὰς μαρμαρυγὰς ἀνατέλλει, καὶ οἷον ἂν εἴη τῆς βαφῆς τὸ κάλλος, τοιαύτην τὴν εὔχροιαν ἀπεργάζεται, καὶ ὥσπερ ὑπὸ τῆς προκειμένης βαφῆς μεταβάπτεται καὶ τοῦ ἀέρος τὸ κάλλος εἰς χρυσὸν, ἢ εἰς πορφύραν, ἢ εἰς πράσινον, ἢ εἰς ἄλλο τι τῶν χρωμάτων, οὐ τῆς ἀκτῖνος μεριζομένης, ἀλλὸ τῆς ἐσθῆτος τὴν οἰκονομίαν τῆς ἀκτῖνος σχηματιζομένης τῷ φωτί· τοιούτοις ἀεὶ ἄνθεσι λάμπει τῆς Ἐκκλησίας τὸ κάλλος, βασιλικὴν ἔχουσα τὴν ἐσθῆτα, καὶ ἐστολισμένη οὐράνιον καὶ ποικίλην στολήν· ὡς καὶ ὁ ψαλμῳδὸς λέγει· Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· πάρεστι ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Πῶς πεποίκιλται; Ταῖς τοῦ ἁγίου Πνεύματος δωρεαῖς, κατὰ τὴν Παύλου φωνὴν, Ἐνεργοῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς. Ἀλλὰ τί ὀνομάσω τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν; Νύμφην ἐστολισμένην, βασιλίδα κεκαλλωπισμένην, παράδεισον κομῶντα, λειμῶνα βρύοντα τὴν εὐκαρπίαν, καὶ εἴ τι ἕτερον ἂν εἴπω, τῆς ἀξίας ἔλαττον φθέγγομαι. ∆ιὰ τοῦτο ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τῆς Ἐκκλησίας ἀναλαβὼν αὐτῆς τὴν φωνὴν, ἔλεγεν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. Καὶ ἐπειδὴ ἐν ὑποδείγματι ἦν, καὶ ὅλον τὸ κάλλος τῆς Ἐκκλησίας οὐκ ἠδύνατο φράσαι, διαφορὰν αὐτῷ περιτίθησι, λέγων· Ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς, καὶ ὡς κῆπον λαχάνων τὰ σπέρματα αὐτοῦ. Κῆπος γὰρ ὡς ἀληθῶς κεκλεισμένος καὶ παράδεισος ἡ Ἐκκλησία τοῦ Θεοῦ τοῦ ζῶντος· παράδεισον δὲ λέγω οὐ κατὰ τὸν ἀρχαῖον ἐκεῖνον, ἀλλὰ πολὺ ἐκείνου ἀνώτερον. Ἐκεῖ μὲν γὰρ ἐβασίλευσεν ὄφις, ἐνταῦθα δὲ βασιλεύει ὁ Χριστός. βʹ. Μὴ τῇ ἀξιοπιστίᾳ πρόσεχε τοῦ ὀνόματος, ἀλλὰ τῇ δυνάμει τοῦ πράγματος. Οὔτε γὰρ παράδεισός ἐστι θαυμαστὸς, ἐὰν μὴ ἔχῃ Θεοῦ ἐντολὴν τηρουμένην· οὔτε τὰ εὐτελῆ τῶν τόπων ὑβρίζεται, ἐὰν ἔχῃ Θεοῦ βασιλεύοντος τὸν νόμον. Τί βέλτιον; τί κρεῖττον; παράδεισος, ἢ κοπρία; Ἀλλ' ὅμως τὸν Ἀδὰμ διὰ τὴν παράβασιν παράδεισος οὐκ ὠφέλησεν· τὸν Ἰὼβ δὲ διὰ τὴν ὑπομονὴν κοπρία οὐκ ἔβλαψεν· ὁ Ἀδὰμ ἐν παραδείσῳ καταισχύνεται διὰ τὴν παρακοὴν, Ἰὼβ δὲ ἐπὶ τῆς κοπρίας στεφανοῦται διὰ τὴν ὑπομονήν. Οὐδαμοῦ γὰρ ἀξιοπιστία τῶν τόπων συμβάλλεται, μὴ συντρεχούσης τῆς ἀγαθῆς γνώμης· καὶ παραδείσου ὑψηλότερος ὁ οὐρανὸς, ἀλλὰ πίπτει ἐκεῖθεν ὁ διάβολος. Ἡ γῆ βαθεῖα, καὶ ὁ οὐρανὸς μετεωρίζεται· πίπτει ἐξ οὐρανοῦ ὁ διάβολος παραβὰς, κατὰ τὸ, Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα· ὑψοῦνται δὲ ἀπὸ γῆς πτωχοὶ, κατὰ τὸ, Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. Ὁρᾷς ὡς οὐχ ἡ τῶν τόπων διαφορὰ χαρίζεται ἡμῖν τὰ πλεονεκτήματα, ἀλλὰ πανταχοῦ πίστις, καὶ ὑπομονὴ, καὶ ἐλπὶς τοὺς στεφάνους πλέκει τοῖς ἀξίοις; Οὐδὲν κοιτῶνος