προσδοκίαν ἔρχεται. ἐν νυκτὶ δέ, ὅτι ἡ ἡμέρα ἐπιστᾶσα τὰ ἐν νυκτὶ φαῦλα ἀπελέγχει. 331 1 Thess 5,6-8 Ἀλλ' ἡ νύμφη καὶ τῷ τῶν ἀρετῶν κόσμῳ κοσμουμένη ψυχὴ τὸν τῆς ἡμέρας ὕπνον καθεύδουσα τὸν ἄμοιρον νυκτὸς τὸν τῇ ἐγρηγόρσει συνεζευγμένον, καὶ μάλα εἰκότως ἔλεγεν· ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ. ταύτῃ τοι καὶ οὐ διέλαθεν αὐτὴν οὕτω καθεύδουσαν ἡ φωνὴ τοῦ νυμφίου· καὶ γὰρ τὴν θύραν κρούοντος ἤσθετο καὶ εἶπεν· φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. 1 Thess 5,9 Ὅτι οὐκ ἐν τοῖς κατακρινομένοις, ἀλλ' ἐν τοῖς σωζομένοις. 1 Thess 5,10 ∆ιὰ τοῦτό φησιν· ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Χριστός, ἵνα εἴτε γρηγορῶμεν, τοῦτ' ἔστι ζῶμεν, εἴτε καθεύδωμεν, τοῦτ' ἔστιν εἴτε ἀποθάνωμεν-ἄλλως γὰρ ὧδε τὸ καθεύδειν καὶ οὐχ ὡς ἄνω ἐξέλαβεν-ἅμα σὺν αὐτῷ ζήσωμεν. οἱ γὰρ τὰ εἰρημένα ὅπλα κτησάμενοι συζήσουσι καὶ συμβασιλεύσουσι Χριστῷ. 1 Thess 5,19-21 Τότε σβέννυται τὸ πνεῦμα, ὅταν ἡ πολιτεία ἀναξία ᾖ τῆς πίστεως. Προφητείας μὴ ἐξουθενεῖτε. πάντα δοκιμάζετε. μήτε, φησίν, ἐνεδρεύητε τοῦ πνεύματος τὰς ἀποκρύψεις, μήτε πᾶσαν ἀπαγγελίαν ἀδοκιμάστως παραδέχεσθε. 1 Thess 5,23 Οὐδαμοῦ ἐπ' ἀπίστου τὰ τρία τέθεικε, πνεῦμα ψυχὴ σῶμα, ἀλλ' ἐπὶ μόνων τῶν πιστευόντων, ὧν ψυχὴ μὲν καὶ σῶμα τῆς φύσεως, τὸ δὲ πνεῦμα τῆς εὐεργεσίας, τοῦτ' ἔστι τὸ χάρισμα τῶν πιστευόντων. καὶ οὐκ εἶπεν «ἄμεμπτα» τηρηθείη, ἵνα μὴ νομίσῃς ὅτι ὑπὲρ τῶν χαρισμάτων εὔχεται, ἀλλ' ἀμέμπτως, τοῦτ' ἔστιν ἡμῶν ἀμέμπτως διαγόντων καὶ διατηρούντων διὰ τῆς εὐσεβείας.