Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινὸς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Τοιοῦτος ἦν καὶ ὁ Ἀδὰμ πρὸ τοῦ πεισθῆναι τῇ γυναικί. ∆ιὰ τοῦτο οὗτος οὐ πείθεται τῇ γυναικὶ, ἵνα μὴ γένηται κατ' ἐκεῖνον. Ἐκεῖνος ἐνδεδυμένος ἦν ἀφθαρσίαν, ὡς οἶδεν ὁ πλάσας αὐτὸν, καὶ ἵνα πεισθῇ τῇ γυναικὶ, γυμνὸς ἐγένετο, καὶ κατεκρίθη. Οὗτος γυμνὸς ἦν, καὶ οὐκ ἐπείσθη τῇ γυναικὶ, καὶ ἵνα μὴ πεισθῇ τῇ γυναικὶ, τὴν τῶν ἀγγέλων στεφανηφορίαν ἐνεδύσατο. Ἐκεῖνος ἵνα πεισθῇ τῇ γυναικὶ, καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξέπεσε, καὶ τὴν γῆν μητέραν ἀκανθῶν ἐποίησε, καὶ θάνατον ἐκληρονόμησεν· οὗτος ἵνα μὴ πεισθῇ τῇ γυναικὶ, καὶ τῆς κοπρίας καὶ τῶν πληγῶν τὴν ἐλευθερίαν ἔλαβε, καὶ τὴν τῶν οὐρανῶν ἐκληρονόμησε βασιλείαν. Ἐκεῖνος ἀπολογούμενος 56.565 τῷ Θεῷ ἔλεγεν· Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Ὢ ἀπολογίας συγγνώμην οὐκ ἐχούσης! Ἐκείνη εἶπε, Φάγε· ἐγὼ εἶπον, Μὴ φάγε. ∆ιὰ τί οὖν τῆς γυναικὸς ἤκουσας, καὶ τοῦ Θεοῦ παρήκουσας; Ἀλλ' οὐχ οὕτως ἦν ὁ μακάριος Ἰώβ. Ἀλλὰ πῶς; Μετ' ἐπιπλήξεως ἔλεγεν· Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. Ἄνθρωπος ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. ∆ιὰ τί δὲ τὴν χώραν ὠνόμασε; ∆ιὰ σὲ, ἵνα μάθῃς, ὅτι οὐχ ἡ συνουσία τῶν ἁμαρτωλῶν τὸν δίκαιον δύναται ποιῆσαι ἁμαρτῆσαι, ἀλλ' ἡ προαίρεσις τῶν εὐσεβούντων ὀφείλει στάσιμον καὶ βεβαίαν ἔχειν τὴν γνώμην. Αὕτη γὰρ ἡ χώρα τῆς Ἀραβίας ἐστὶ μοχθηρῶν καὶ διεφθαρμένων ἀνθρώπων οἰκητήριον. Πάντες ἦσαν παράνομοι, πάντες θεοστυγεῖς, πάντες βέβηλοι, πάντες ὑπερήφανοι, καὶ τοῦ Ἡσαῦ ἀπόγονοι, καὶ ταῖς ἁμαρτίαις κομῶντες· ἀλλὰ τοσοῦτον πέλαγος τῆς ἀσεβείας οὐκ ἠδυνήθη κατασβέσαι τὸν λαμπτῆρα τῆς εὐσεβείας· ἡ τοσαύτη χώρα τῶν κακῶν οὐκ ἠδυνήθη τὸ ὡραῖον ἀποπνῖξαι τῆς καρτερίας. Ὅθεν τούτῳ προσπελάσαι ὁ διάβολος ἐπεχείρησε. ∆ιὰ τί; Ἐπειδήπερ ἔβλεπεν αὐτὸν ταῖς ἐλεημοσύναις μᾶλλον ἢ τοῖς χρήμασι πλουτοῦντα. Ἄκουσον γὰρ αὐτοῦ λέγοντος ἀψευδῶς· Ὀφθαλμὸς ἤμην τῶν τυφλῶν, ποῦς δὲ χωλῶν· καὶ αὖθις, Ἐγὼ ἐπὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. Καὶ οὐ μόνον διὰ τῶν λόγων, ἀλλὰ καὶ διὰ τῶν ἔργων ὑπερεπλούτει, θησαυρὸς ὅλος εὐποιίας τοῖς δεομένοις εὑρισκόμενος. Τί γάρ φησιν ἀλλαχοῦ; Οὐκ ἐξῆλθεν ἐκ τοῦ οἴκου μου ἐπιδεόμενος κόλπῳ κενῷ· στόμα χήρας εὐλόγησέ με· ἀπὸ δὲ κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων. Ὥστε δῆλον, ὅτι διὰ πάντων ἐπλούτει θησαυρὸς ὅλος, καὶ διὰ τῶν λόγων, καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῆς ἐλεημοσύνης, καὶ διὰ τῆς προστασίας τῶν πενήτων, καὶ διὰ τῆς ἐπικουρίας τῶν δεομένων. Ἀλλ' ὅρα τὶ ποιεῖ ὁ διάβολος· Ἀφαρπάζει πάντα τὰ ὑπάρχοντα αὐτοῦ ἀπ' αὐτοῦ πρότερον, καὶ τελευταῖον τὰ τέκνα λαμβάνει. Ἔλαβε πρῶτον τὰς ἀγέλας τῶν καμήλων, ἔλαβε τὰ ποίμνια τῶν προβάτων, τὸν πολὺν ἀριθμὸν τῶν ὄνων, τὴν μεγίστην ἀγέλην τῶν βοῶν· πάντα ἀφείλετο, καὶ τὸ τελευταῖον τὰ τέκνα. ∆ιὰ τί; Πρόσεχε λοιπὸν μετὰ πάσης ἀκριβείας· Πρῶτον ἔλαβεν αὐτοῦ πάντα τὰ ὑπάρχοντα, ἔπειτα τὰ τέκνα· ἔλαβε τὰ κληρονομιαῖα πράγματα, ἔπειτα τοὺς κληρονόμους ἠφάνισεν, ἵνα παντοίως αὐτὸν καὶ διὰ τῶν τέκνων πλήξῃ. Πρῶτον ἤρξατο τὴν ὕπαρξιν ἀφανίζειν, πρῶτον ἤρξατο τὰ κληρονομιαῖα πράγματα ζώντων τῶν κληρονόμων ἁρπάζειν, ἵνα τῶν υἱῶν καὶ τῶν θυγατέρων ἑστηκότων, διὰ τὴν ἀπώλειαν τῶν κτημάτων καιρίαν λάβῃ ὁ δίκαιος τῆς ἀθυμίας πληγήν. Ἐνενόει γὰρ ὁ πονηρὸς δαίμων, μήποτε, τῶν τέκνων προαπολλυμένων, μηδὲ εἰς αἴσθησιν ἔλθῃ τῆς ἀπωλείας τῶν κτημάτων, Ἀλλ' ὁ ὄντως ἀδάμας καὶ γενναῖος ἀθλητὴς, ὁ πολλὰ τυπτόμενος, καὶ διὰ πάντων στεφανούμενος, ὁ πολλὰ βέλη δεχόμενος, καὶ δι' αὐτῶν τῶν βελῶν τὸν διάβολον κατακοντίζων, ὁ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν καθοπλιζόμενος, οὐκ ἐπόνησεν, οὐκ ἐδάκρυσεν, οὐκ ἐσαλεύθη, ἀλλ' οὔτε πρὸς τὴν ἀπώλειαν τῶν κτημάτων ἐκάμπτετο, οὐδὲ πρὸς τὸν θάνατον τῶν τέκνων τὴν εὐσέβειαν ἐσυλᾶτο, ἀλλ' ἔμενεν ὥσπερ πύργος ἀτίνακτος, κάτωθεν ἐπὶ τῆς γῆς