ἀνερρώννυτο μὲν ὁ βασιλεὺς ἐπὶ τῇ θείᾳ καὶ θαυμαστῇ φαντασίᾳ. Νυκτὸς δὲ ἐπιλαβούσης, κατὰ τοὺς ὕπνους ὁρᾷ τὸν Χριστὸν λέγοντα αὐτῷ, κατασκεύασαι κατὰ τὸν τύπον τοῦ ὀφθέντος σημείου, καὶ τούτῳ κατὰ τῶν πολεμίων, ὡς ἑτοίμῳ κεχρῆσθαι τροπαίῳ. Τούτῳ πεισθεὶς τῷ χρησμῷ, κατασκευάζει μὲν τὸ σταυροειδὲς τρόπαιον, ὃ μέχρι νῦν τοῖς βασιλείοις φυλάττεται· σὺν προθυμίᾳ δὲ μείζονι πρὸς τὰς πράξεις ἐχώρει, συμβαλών τε αὐτῷ πρὸ τῆς Ῥώμης περὶ τὴν καλουμένην Μουλβίαν γέφυραν νικᾷ, Μαξεντίου εἰς τὸν ποταμὸν ἀποπνιγέντος· ἦν δὲ τοῦτο ἕβδομον ἔτος τῆς βασιλείας αὐτοῦ, ἡνίκα τὴν κατὰ Μαξεντίου ᾔρατο νίκην. Μετὰ ταῦτα Λικιννίου τοῦ συμβασιλεύοντος αὐτῷ, τοῦ καὶ γαμβροῦ αὐτοῦ τυγχάνοντος ἐπὶ τῇ ἀδελφῇ αὐτοῦ Κωνσταντίᾳ, κατὰ τὴν ἑῴαν διάγοντος, αὐτὸς ἀπολαύσας τῶν τηλικούτων εὐεργεσιῶν τοῦ Θεοῦ, χαριστήρια τῷ εὐεργέτῃ προσέφερε. Ταῦτα δὲ ἦν, ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ διώκεσθαι, καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακαλεῖσθαι, τοὺς δὲ ἐν δεσμωτηρίῳ ἀφίεσθαι, καὶ τοῖς δημευθεῖσιν αὐτῶν τὰς οὐσίας ἀποκαθίστασθαι· τάς τε ἐκκλησίας ἀνώρθου, καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ. Ἐν τούτῳ δὲ καὶ ∆ιοκλητιανὸς, ὁ τὴν βασιλείαν ἀποθέμενος, ἐν Σαλῶνι τῆς ∆αλματίας ἐτελεύτα. 1.3 Πῶς Κωνσταντίνου τὰ Χριστιανῶν αὔξοντος, Λικίννιος ὁ συμβασιλεύων αὐτῷ Χριστιανοὺς ἐδίωκεν. Ἀλλὰ Κωνσταντῖνος μὲν ὁ βασιλεὺς, τὰ τοῦ Χριστοῦ φρονῶν, πάντα ὡς Χριστιανὸς ἔπραττεν, ἀνεγείρων τὰς ἐκκλησίας, καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν· ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς κλείων καὶ καθαιρῶν, καὶ δημοσιεύων τὰ ἐν αὐτοῖς ἀγάλματα· Λικίννιος δὲ ὁ συμβασιλεύων αὐτῷ, τὰς Ἑλληνικὰς ἔχων δόξας, ἐμίσει Χριστιανούς. Καὶ διωγμὸν μὲν προφανῆ, φόβῳ τοῦ βασιλέως Κωνσταντίνου, κινεῖν ὑπεστέλλετο· λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο· προϊὼν δὲ, καὶ φανερῶς αὐτοὺς βλάπτειν ἐπεχείρει. Καὶ γίνεται οὗτος ὁ διωγμὸς τοπικός· ἔνθα γὰρ ἦν Λικίννιος, ἐκεῖ μόνον ἐγένετο. Ἐπεὶ δὲ ταῦτά τε καὶ ἄλλα τυραννικῶς ποιῶν, οὐδαμῶς Κωνσταντῖνον ἐλάνθανεν, ἔγνω τε ἐπὶ τούτοις χαλεπαίνοντα, πρὸς ἀπολογίαν ἐτρέπετο. Καὶ θεραπεύων αὐτὸν, πλαστὴν φιλίαν ἐσπένδετο, πολλοὺς ὅρκους ὀμνὺς, μηδὲν τυραννικὸν φρονήσειν ποτέ· ἅμα τε ὀμνὺς, καὶ ἐπιορκῶν· οὐ γὰρ μετετίθετο τοῦ φρονεῖν τε τὰ τυραννικὰ, καὶ κατὰ Χριστιανῶν κινεῖν διωγμόν. Νόμῳ γὰρ ἐκέλευσε, τοὺς ἐπισκόπους μὴ φοιτᾷν παρ' Ἕλλησιν, ὡς ἂν μὴ ἔχῃ πρόφασιν αὔξεσθαι τὰ Χριστιανῶν. Ἦν δὲ ὁ διωγμὸς θρυλούμενος ἐν ταὐτῷ, καὶ ἀπόρρητος· ἐκρύπτετό τε τῷ λόγῳ, καὶ ἔργῳ ἦν φανερός· ἀνήκεστα γὰρ οἱ διωκόμενοι, εἴς τε τὸ σῶμα, καὶ εἰς τὰ χρήματα ἔπασχον. 1.4 Ὅτι πόλεμος μεταξὺ Κωνσταντίνου καὶ Λικιννίου διὰ Χριστιανοὺς ἐγένετο. Ἐκ δὲ τούτου, πρὸς ἀπέχθειαν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν· ἦσάν τε πολέμιοι, διακοπείσης αὐτοῖς τῆς ἐπιπλάστου φιλίας. Οὐκ εἰς μακράν τε εἰς τὸ πολεμεῖν ἀλλήλους ἐτράπησαν. Καὶ πολλῶν γενομένων συμβολῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, τέλος πρὸς Χρυσόπολιν τῆς Βιθυνίας, ἐπίνειον δὲ τοῦτο τῆς Χαλκηδόνος ἐστὶν, ἡττηθεὶς ἐξέδωκεν ἑαυτόν. Ζῶντα οὖν συλλαβὼν φιλανθρωπεύεται· καὶ κτείνει μὲν οὐδαμῶς, οἰκεῖν δὲ τὴν Θεσσαλονικὴν προσέταξεν ἡσυχάζοντα. Ὁ δὲ πρὸς ὀλίγον ἡσυχάσας, ὕστερον βαρβάρους τινὰς συναγαγὼν, ἀναμαχέσασθαι τὴν ἧτταν ἐσπούδαζεν. Τοῦτο γνοὺς ὁ βασιλεὺς, ἀναιρεθῆναι αὐτὸν προσέταξε· καὶ κελεύσαντος αὐτοῦ ἀνῃρέθη. Κωνσταντῖνος τοίνυν πάντων γενόμενος ἐγκρατὴς, αὐτοκράτωρ τε βασιλεὺς ἀναδειχθεὶς, τὰ Χριστιανῶν αὖθις αὔξειν ἐσπούδαζεν· ἐποίει τε τοῦτο διαφόρως· καὶ ἦν ἐν βαθείᾳ εἰρήνῃ τὰ τοῦ Χριστιανισμοῦ δι' αὐτόν. Ἀλλὰ δὴ τὴν τηλικαύτην εἰρήνην ἐμφύλιος τῶν Χριστιανῶν πόλεμος διαδέχεται· τίς δὲ ἦν οὗτος, καὶ ὅπως ἔλαβε τὴν ἀρχὴν, ὡς οἷόν τε διηγήσομαι. 1.5 Περὶ τῆς Ἀρείου πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον φιλονεικίας. Μετὰ Πέτρον τὸν γενόμενον ἐπίσκοπον Ἀλεξανδρείας, τὸν καὶ ἐπὶ ∆ιοκλητιανοῦ μαρτυρήσαντα, διαδέχεται τὴν ἐπισκοπὴν Ἀχιλλᾶς· μετὰ δὲ Ἀχιλλᾶν, Ἀλέξανδρος ἐπὶ τῆς μνημονευθείσης εἰρήνης·