καρπῶν τοῦ Κάϊν δῶρα θυσίαν ὀνομάζει; ἔστι πάλιν εἰς τὸ ζητούμενον εἰπεῖν, ὀρθῷ χρησάμενοι στοχασμῷ. δῶρον ἡ τοῦ Ἄβελ ὠνομάσθη θυσία, ἐπειδὴ τοὺς δωρουμένους μιμησάμενος θεῷ προσκομίζει τὸ θῦμα· ὃν γὰρ τρόπον οἱ δωρούμενοι πρὸς ἀρέσκειαν τῶν κομιζομένων καὶ τὸ μάλιστα κάλλιστον ἐπιλέγονται, καὶ πᾶν ὁλόκληρον καὶ μηδὲν ἐξ αὐτοῦ τὸ σύνολον ἀποτεμόμενοι προσκομίζουσι τοῖς φίλοις τὸ δῶρον, οὕτως καὶ ὁ Ἄβελ τῶν ζώων θύει τὰ πρωτότοκα καὶ τῶν κρεῶν προσφέρει τὰ πιότατα. ἔοικε γὰρ ἐπιδιαιρεῖν ὁ θύων, καὶ τὸ μὲν αἷμα τῷ θυσιαστηρίῳ προσχέειν, τὰ δὲ κρέα οἴκαδε ἀποκομίζειν, ὁ δὲ δωρούμενος πᾶν τῷ λαμβάνοντι παραχωρεῖ τὸ δῶρον. οὕτως οἶμαι τὰ πρωτότοκα καθιεροῦντα τὸν Ἄβελ φιλόθεον μᾶλλον ἢ φίλαυτον τὴν ἑαυτοῦ συνίστησι προαίρεσιν· ἑαυτῷ δὲ ὁ Κάϊν ἀπονέμων τὰ γενήματα, καὶ τῶν δευτεριῶν ἀσεβῶς τὸν θεὸν ἀξιῶν, τῷ καὶ μεθ' ἡμέρας ἀλλὰ μὴ εὐθέως προσενεγκεῖν φίλαυτος μᾶλλον ἢ φιλόθεος ἐξελέγχεται, καὶ αὐτὸς μὲν εἰκότως προσκρούει, τὸ δὲ δῶρον ὡς ἀδόκιμον αὐτῷ προσρίπτεται. Ὁ Κάϊν πρῶτος ἄροτρον ἐπενόησε καὶ πλεονεξίαν, Ἄβελ 7 δὲ δικαιοσύνης ἐπεμελεῖτο. κτείνας δὲ τὸν Ἄβελ ὁ Κάϊν ἔκρυψε τὸν νεκρόν, λαθεῖν ἐντεῦθεν οἰόμενος· βοῶντος δὲ πρὸς τὸν θεὸν τοῦ αἵματος ἐπακούει ὁ θεός· δικαίων γὰρ ἐπακούει, κἂν τελευτήσαντες ὦσιν, ἀδίκων δὲ καὶ αὐτὰς ἀποστρέφεται τὰς εὐχάς. τοὺς μὲν γὰρ καὶ τεθνεῶτας νενόμικε ζῆν, τοὺς δὲ καὶ ζῶντας τὴν ἀληθῆ κέκρικε τεθνηκέναι ζωήν. τιμωρεῖ τὸν Κάϊν οὐκ ἀνελὼν αὐτίκα, ἀλλὰ τρόμον αὐτῷ καὶ στεναγμὸν ἐπὶ πάντα τὸν βίον ἐπαρασάμενος· διόπερ ἐκείνου θάνατον ὡς φονέως ὑφορωμένου φησὶν ὁ θεὸς "οὐχ οὕτως, ἀλλὰ πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει," ὡς ἄν τις εἴπει "μηδὲ μικρὰν μηδὲ παρατρέχουσαν εἶναι τὴν κατὰ σαυτοῦ δίκην ὑπολάβῃς, μηδὲ μεγάλα προσδοκήσῃς τῇ κατὰ τὸν θάνατον συντομίᾳ τὰ ἐπὶ τοῦ ζῆν διαδιδράσκειν κακά, ἀλλὰ χρή σε τοῦ ἁμαρτήματος ἰσόρροπον ὑφίστασθαι τὴν ἐπιτιμίαν. τοιγαροῦν ὁ τοῦ μεγίστου τῶν ἀδικημάτων τοῖς ἄλλοις ὑφηγητὴς ἑπταπλασίως τιμωρηθήσῃ. διὰ τοῦτο τοίνυν οὐ φονευθήσῃ, ὅτι πᾶς ὁ νῦν τὸν κατὰ σοῦ φόνον ἀποτολμήσας, κακῶν σε τῶν κατὰ τὸν βίον ἀπαλλάξας, ἑπταπλῆν τὴν κατὰ σοῦ παραλύσει τιμωρίαν." ἄλλως. οὐχ οὕτως, ἀλλὰ πᾶς ὁ ἀποκτείνας Κάϊν. τουτέστιν ἀποκτείνας μὲν ἕκαστος τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται· σὲ δὲ φόνου κατάρξαντα καὶ τοῖς ἄλλοις ὑφηγητὴν τοῦ ἁμαρτήματος γενόμενον ὁ ἀποκτείνας ἑπτὰ ἐκδικούμενα παραλύσει, τουτέστιν ἑπταπλασίως τιμωρηθῆναί σε δεῖ. τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ 8 βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν, τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ μυρίους ἐπάγει τοὺς σὺν αἰσθήσει θανάτους. τρέμων οὖν καὶ στένων ὁ Κάϊν, καθάπερ δαίμονι κάτοχος, ἐν ἐπιληψίᾳ πάντα τὸν ἐξ αὐτοῦ διῆγε βίον, τοῦτο τοῦ μὴ ἀναιρεθῆναι παρὰ θεοῦ λαβὼν τὸ σημεῖον· μετὰ γοῦν τὴν καταδίκην χειρόνως ἐβίω, ἅρπαξ καὶ πλεονέκτης γενόμενος, καὶ πρῶτος μέτρα καὶ σταθμὰ καὶ γῆς ὅρους ἐπενόησε, καὶ πόλιν κτίσας εἰς ἓν συνελθεῖν οἰκείους ἠνάγκασε καὶ εἰς πολέμους ἀπασχολεῖσθαι. Σάβαν δὲ τὴν ἀδελφὴν αὐτοῦ λαβὼν ὁ Κάϊν εἰς γυναῖκα ἐκτήσατο υἱὸν τὸν Ἐνώς. ἐκ τούτου γίνεται Γαιδάδ, ἐξ οὗ Μαουήλ, ἐξ οὗ Μαθουσάλα. ὁ δὲ Μαθουσάλας γεννᾷ τὸν Λάμεχ. οὗτος δύο γυναῖκας ἀγόμενος, Ἀδδὰν καὶ Σελλάν, Ἰουβὰλ μὲν κιθαρῳδὸν Ἰωβὴλ δὲ κτηνοτρόφον ἐκ τῆς Ἀδδᾶς παῖδας ἐκτήσατο, Θοβὲλ δὲ σφυροκόπον χαλκοῦ καὶ σιδήρου καὶ Νοεμᾶν θυγατέρα ἐκ τῆς Σελλᾶς. καὶ τὸ μὲν ἐκ Κάϊν γένος μέχρι τούτου μνήμης ἠξίωται ἐν τοῖς βιβλίοις, τοῦ δὲ ἀριθμοῦ τῶν πρώτων ἀποκεκήρυκται, ἵνα μηδὲ τοῖς πρώτοις ᾖ συνταττόμενος μηδὲ τῶν ἐφεξῆς ἀφηγούμενος· διὰ δὲ τὸ τῆς προαιρέσεως ἄγριον ὥσπερ ἐπὶ τὴν ἄλογον ἐκ τῆς λογικῆς φύσεως ἐξώρισται. Κάϊν, ὡς λέγει Μωϋσῆς, τῆς οἰκίας πεσούσης ἐπ' αὐτὸν ἐτελεύτησεν. ὁ δὲ Ἀδὰμ 9 γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ· καὶ τούτοις ἑπτακόσια ἐπιζήσας ἔτη θνήσκει κατ' αὐτὴν τῆς παραβάσεως ἡμέραν· χιλιονταετίας γὰρ τῆς τοῦ θεοῦ ἡμέρας ἐχούσης τὸ διάστημα, ἐννακόσια μόνον ἔτη ζήσας τελευτᾷ.