1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

Γ. Ὅτι ὡς πρὸς εὐσεβεῖς ἡ διδασκαλία γενή σεται. Τὰ μὲν οὖν αἱρετικὰς βλασφημίας ἐν ἑτέροις ἤδη συγγράμμασιν διηλέγξαμεν, χωρὶς ἑκάστην δια λαβόντες, καὶ τοῦ τῆς ἀπάτης γυμνώσαντες προκα λύμματος, καὶ γυμνὴν δείξαντες τὴν ἀσέβειαν· νῦν δὲ, Θεοῦ διδόντος, τοῖς τροφίμοις τῆς πίστεως τὰ τῆς Ἐκκλησίας θεόσδοτα προθήσομεν δόγματα· μήτε τῷ μήκει τοῦ λόγου κόρον τοῖς ἐντυγχάνουσιν ἐπεισάγον τες, μήτε τῇ βραχυλογίᾳ τὴν ἀκρίβειαν παραφθεί ροντες, ἀλλ' ἀμφοτέρων τῶν ἄκρων τὴν μέσην αἱρού μενοι· ἵνα μήτε τῷ πλήθει τοὺς ἀκούοντας ἀποκναί σωμεν, καὶ σαφῆ τὴν διδασκαλίαν τῆς θεογνωσίας προσοίσωμεν· ἄρξομαι δὲ ἄνωθεν, πρὸς αὐτὴν δρα μὼν τῶν ἀγαθῶν τὴν πηγήν.

∆ʹ. Ὁποίας δεῖ διαλήψεις ἔχειν περὶ τοῦ Θεοῦ καὶ Πατρός. Ἡμεῖς οἱ τῆς

Τριάδος ἐρασταὶ καὶ προσκυνη ταὶ καὶ κήρυκες μεγαλόφωνοί τε καὶ μεγαλόφρονες, πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα ἄναρχον καὶ ἀγέν νητον, ἀεὶ ὄντα Πατέρα, οὐχ ὕστερον τοῦτο κτησά μενον, οὐ γὰρ ἦν ὅτε οὐκ ἦν, ἀλλ' ἄνωθεν ἦν Πατήρ· οὐδὲ γέγονε πρῶτον Υἱὸς εἶτα Πατὴρ, κατὰ τὴν τῶν σωμάτων ἀκολουθίαν· ἀλλ' ἀφ' οὗπερ ἔστιν, ἀεὶ δὲ ἔστι, Πατὴρ καὶ ἔστι καὶ καλεῖται.

Εʹ. Ὁποῖα δεῖ περὶ τοῦ Υἱοῦ φρονεῖν. Πιστεύομεν εἰς ἕνα Υἱὸν συναΐδιον τῷ

γεννήσαντι, οὐκ ἀρχὴν τοῦ εἶναι λαβόντα, ἀλλ' ἀεὶ ὄντα, καὶ σὺν Πατρὶ ὄντα· ἀφ' οὗ γὰρ Πατὴρ, ἀεὶ δὲ Πατὴρ, ἐξ ἐκείνου Υἱός· ἀχωρίστως γὰρ ἔχει ταῦτα πρὸς ἄλλη λα, τά τε ὀνόματα, καὶ τὰ πράγματα· εἰ οὐκ ἀεὶ δὲ ὁ Υἱὸς, ἀλλ' ἦν ὅτε οὐκ ἦν, οὐδὲ ἀεὶ ὁ Πατήρ· ἀφ' οὗ γὰρ ἐγέννησε, τοῦτο ἔχει τὸ ὄνομα· εἰ δὲ ἀεὶ ὁ Θεὸς καὶ Πατὴρ (βλάσφημον γὰρ τῷ ὄντι, ὑπὸ χρόνους ποιῆσαι τὸν τῶν χρόνων ποιητὴν, καὶ χρονικοῦ δια στήματος ἀποφῆναι δευτέραν τὴν ἄχρονον καὶ ὑπὲρ χρόνον γέννησιν), ἀεὶ ὁ Υἱὸς, ἐκ τοῦ Πατρὸς μὲν ἀῤ ῥήτως γεννηθεὶς, μετὰ τοῦ Πατρὸς δὲ ἀεὶ ὢν, καὶ σὺν τῷ Πατρὶ γνωριζόμενος. Ὅτι τὸν Υἱὸν τῷ Πατρὶ συναΐδιον διδάσκου σιν αἱ Γραφαί. «Ἐν ἀρχῇ, φησὶν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Ὁ δὲ ἐν ἀρχῇ ὢν, πότε οὐκ ἦν; Οὔτε γὰρ εἶπεν, ὅτι ἐν ἀρχῇ ἐγένετο, ἀλλ' ἐν ἀρχῇ ἦν· οἷον ἂν φιλονεικήσωμεν τοῖς λογισμοῖς ὑπερβῆναι τὸ ἦν, ἐπέκεινα γενέσθαι τῆς ἀρχῆς οὐκ ἰσχύσομεν. Πάντα δεύτερα τοῦ ἐν ἀρχῇ ὄντος, καὶ χρόνος, καὶ αἰὼν, καὶ εἴ τι ἂν ἕτερον χρονικὸν ἐπινοηθείη διάστημα. Εἰ δὲ οὐκ ἀεὶ τῷ Θεῷ καὶ Πατρὶ συνῆν ὁ Υἱὸς, ὕστερον δέ ποτε προσεγένετο, ἀνάγκη χρόνον καὶ αἰῶνα Πατρὶ καὶ Υἱῷ μεσιτεύειν. Εἰ δὲ τοῦτο δοίη τις, εὑρεθήσεται τὸ ποίημα τοῦ ποιητοῦ προϋπάρχον· «Πάντα γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, διὰ τοῦ Υἱοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ἓν δὲ τῶν πάντων ὁ αἰὼν ἢ ὁ χρόνος· καὶ ὁ μακάριος δὲ Παῦλος. «Ἐπ' ἐσχάτων, φησὶ, τῶν ἡμερῶν, ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.» Εἰ δὲ τοῦ Υἱοῦ οἱ αἰῶνες ποιήματα, οὐ προϋπάρχουσι τοῦ ποιήσαντος· αἰώνων δὲ μὴ ὑπαρ χόντων, εὔδηλον ὡς οὐδὲ ὁ χρόνος, ὃν ἡμέραι τε καὶ νύκτες ποιοῦσι καὶ μετροῦσιν· ἡμέρας δὲ καὶ νύκτας ἡ τοῦ φωτὸς ἀνατολὴ καὶ δύσις ἐργάζεται· τὸ δὲ φῶς μετὰ τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸν ἀέρα, ἐγένετο· ταῦτα δὲ πάντα, καὶ τὰ ἐν τούτοις, ὁ Θεὸς 75.1153 Λόγος εὐδοκίᾳ τοῦ Πατρὸς ἐδημιούργησε λόγῳ. Τοίνυν τῶν χρόνων καὶ τῶν αἰώνων μετὰ τῶν ἄλ λων ἁπάντων ποιηθέντων ὑπὸ τοῦ Λόγου, οὐδὲν ἂν ἦν μεταξὺ Πατρὸς καὶ Υἱοῦ, ἀλλ' ἀεὶ μὲν Πατὴρ ὁ Θεὸς, ἀεὶ δὲ ὁ Υἱὸς σὺν Πατρί· διὸ καὶ ὁ εὐαγγελι στὴς, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» βοᾷ. Καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Καὶ ἑτέρωθεν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγή σατο τὸ εἶναι ἴσα Θεῷ.» Καὶ οὔτε ἐκεῖνος τὸ ἦν, οὔτε οὗτος τὸ ὢν καὶ ὑπάρχων, ἐᾷ· ἐπειδὴ τὸν ἀεὶ ὄντα κηρύττουσιν· οὗ χάριν καὶ μετ' ὀλίγα ὁ εὐαγ γελιστὴς, «Ζωὴ ἦν, φησὶ, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.» Καὶ