2
φιλοσόφων καὶ ξυγγραφέων, καὶ μέντοι καὶ ποιητῶν μαρτυρίαις χρωμένη καὶ ἐπιδεικνῦσα, ὡς Ἕλληνες οὐ μόνον χοαῖς, ἀλλὰ καὶ θυσίαις τοὺς τεθνεῶτας ἐτίμων, τοὺς μὲν θεούς, τοὺς δὲ ἡμιθέους, τοὺς δὲ ἥρωας ὀνομάζοντες, καὶ τούτων τοὺς πλείστους ἀκολασίᾳ ξυνεζηκότας. p.12 Προύργου δὲ ᾠήθην καὶ τοῖς παρ' Ἕλλησιν ὀνομαστοτάτοις γεγενημένοις νομοθέταις τοὺς ἡμετέρους παρεξετάσαι, τοὺς ἁλιέας λέγω καὶ τὸν σκυτοτόμον καὶ τοὺς τελώνας, καὶ δεῖξαι πάλιν ἐκ ξυγκρίσεως τὸ διάφορον, καὶ ὡς ἐκεῖνοι μὲν οἱ νόμοι μετὰ τῶν τεθεικότων τῷ τῆς λήθης παρεδόθησαν ζόφῳ, οἱ δὲ τῶν ἁλιέων ἀνθοῦσιν οὐ μόνον παρ' Ἕλλησι καὶ Ῥωμαίοις, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Σαυρομάταις καὶ Πέρσαις καὶ τοῖς ἄλλοις βαρ βάροις. Ταύτην δὲ τὴν παρεξέτασιν ἡ ἐνάτη περιέχει διάλεξις. p.13 Ἡ δὲ δεκάτη διδάσκει, ὁποῖα μὲν οἱ θεῖοι χρησμοὶ προηγό ρευσαν, καὶ ὡς Θεῷ πρέποντα καὶ τοῖς εὖ φρονοῦσι τῶν ἀνθρώ πων ἁρμόττοντα, τίνα δὲ ὁ Πύθιος καὶ ὁ ∆ωδωναῖος καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ψευδομάντεις προειπόντες ἐφωράθησαν μὲν ψευδό μενοι καὶ τῶν ἐσομένων οὐδὲν προγινώσκοντες, τοιαῦτα δὲ τεθε σπικότες, ὁποῖα οὐδὲ τῶν ἐπιεικῶν τις ἀνθρώπων ἠνέσχετο ἂν εἰσηγήσασθαι, p.14 Ἐπειδὴ δὲ καὶ περὶ τέλους καὶ κρίσεως ἔδει γνῶναι τοὺς ἀγνοοῦντας, τίνα μὲν ἡμεῖς, τίνα δὲ ἐκεῖνοι διδάσκουσι, ταύτην ἡ πρώτη καὶ δεκάτη διάλεξις τοῖς ἐντυχεῖν βουλομένοις τὴν διδασκαλίαν προσφέρει. p.15 Ἀλλὰ γὰρ καὶ τῆς πρακτικῆς ἀρετῆς ἐπιδείκνυμι τὸ διάφορον, ἐπειδὴ μάλα καὶ τὴν Ἑλληνικὴν ξυμμορίαν ἐπὶ τοῖς πάλαι γεγενημένοις φιλοσόφοις βρενθυομένην ὁρῶ καὶ τὸν ἐκείνων βίον αἴρειν τοῖς λόγοις ἐπιχειροῦντας. Ἐπιδείξει τοίνυν ἡ δευ τέρα καὶ δεκάτη διάλεξις, ὡς ὁ ἐκείνων μὲν βίος οὐ μόνον φιλοσόφων, ἀλλὰ καὶ ἀνδραπόδων ἐπαινουμένων ἀνάξιος, ὁ δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνοις ἑπομένων τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπέρτερος καὶ τοῖς σωμάτων ἀπηλλαγμένοις καὶ τὸν οὐρανὸν περιπολοῦσι προσόμοιος. p.16 Ὄνομα δὲ τῷ βιβλίῳ Ἑλληνικῶν θεραπευτικὴ παθημάτων ἢ Εὐαγγελικῆς ἀληθείας ἐξ Ἑλληνικῆς φιλο σοφίας ἐπίγνωσις . p.17 Ἐγὼ μὲν οὖν τῆς τε τῶν νοσούντων ἕνεκα θεραπείας καὶ τῆς τῶν ὑγιαινόντων προμηθούμενος ὠφελείας τοῦτον ἀνεδεξάμην τὸν πόνον· τοὺς δὲ τοῖς ἀλλοτρίοις ἐντυγχάνοντας πόνοις παρα καλῶ, εἰ μὲν ἅπαντα εὖ ἔχει τὰ γεγραμμένα, τὸν τούτων ἀνυ μνῆσαι δοτῆρα καὶ τοῖς πεπονηκόσι προσευχὰς ἀντιδοῦναι· εἰ δέ τινα ἐλλείπει, μὴ πάντων ὁμοῦ τούτων εἵνεκα καταγνῶναι, ἀλλ' ἐκ τῶν εὖ εἰρημένων τὸ κέρδος κομίσασθαι.
1.t ΠΕΡΙ ΠΙΣΤΕΩΣ.
1.1 Ἰατρικὴ θεραπεία ἔστι μέν που καὶ σώματος, ἔστι δ' ἄρα καὶ ψυχῆς· καὶ
γὰρ δὴ καὶ ταύτῃ κἀκείνῳ συχνὰ προσγίνεται πάθη, 1.2 ἀλλὰ τῷ μὲν ἀκούσια, τῇ δέ, ὡς ἐπίπαν, αὐθαίρετα. Τοῦτο οὖν εὖ εἰδώς, οἷα δὴ πάνσοφος ὁ Θεὸς καὶ ψυχῶν καὶ σωμάτων καὶ τῶν ὅλων δημιουργός, ἑκατέρᾳ φύσει προσένειμεν ἁρμόδια φάρ μακα, καὶ μέντοι καὶ ἰατροὺς ἐπέστησε, τοὺς μὲν ταύτην, τοὺς δὲ ἐκείνην ἐκπαιδεύσας τὴν ἐπιστήμην, καὶ στρατηγεῖν καὶ ἀρι 1.3 στεύειν κατὰ τῶν νοσημάτων ἐκέλευσεν. Ἀλλ' οἱ μὲν τὸ σῶμα οὐκ εὖ διακείμενοι καὶ τὴν νόσον δυσχεραίνουσι καὶ ὑγείας ἱμεί ρονται καὶ τοῖς ἰατροῖς εἴκουσιν, οὐ μόνον ἤπια προσφέρουσι φάρ μακα, ἀλλὰ κἂν τέμνωσι, κἂν καίωσι, κἂν λιμώττειν κελεύωσι, κἂν πικρῶν τινων καὶ ἀηδῶν μεστὰς προσφέρωσι κύλικας· καὶ διὰ τοιαύτης ἀνιαρᾶς ἐπιμελείας τὴν ὑγείαν καρπούμενοι, μισθὸν τοῖς οὕτως ἀκουμένοις ὀρέγουσι, καὶ τὴν θεραπείαν δεχόμενοι τὴν τῶν φαρμάκων οὐ περιεργάζονται σκευασίαν· τὴν γάρ τοι 1.4 σωτηρίαν ποθοῦσιν, οὐ τὸν ταύτης τρόπον ἀνερευνῶσιν. Οἱ δὲ τῆς ἀπιστίας τὴν λώβην εἰσδεδεγμένοι οὐ μόνον ἀγνοοῦσι τὴν παγχάλεπον νόσον, ἀλλὰ καὶ τῆς ἄκρας εὐκληρίας ἀπολαύειν ὑπολαμβάνουσιν· ἢν δέ τις τῶν ταῦτα θεραπεύειν ἐπισταμένων ἀλεξίκακον