1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

2

ἀπαλλάξωμεν δυσοδμίας, καθάπερ τι Χαλαστραῖον, καὶ μύρον εὐῶδες προσοίσομεν τὴν τῶν εὐαγγελικῶν δογμάτων ἀλήθειαν, καὶ πᾶσαν αἵρεσιν τῆς τῶν θείων λογίων διδασκαλίας ἀντίπαλον ἐπιδείξομεν. Τοὺς μέντοι τῶν παλαιῶν αἱρέσεων μύθους ἐκ τῶν παλαιῶν τῆς Ἐκκλησίας διδασκάλων συνέλεξα, Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, καὶ Εἰρηναίου τοῦ τὰ Κελτικὰ καὶ γεωργήσαντος καὶ φωτίσαντος ἔθνη, καὶ Κλήμεντος, ὃς ἐπίκλην Στρω ματεὺς προσηγόρευται, καὶ Ὠριγένους, καὶ Εὐσε βίου, τοῦ τε Παλαιστινοῦ, καὶ τοῦ Φοίνικος, καὶ Ἀδαμαντίου, καὶ Ῥόδωνος, καὶ Τίτου, καὶ ∆ιοδώ- ρου, καὶ Γεωργίου, καὶ τῶν ἄλλων, οἳ κατὰ τοῦ ψεύδους τὰς γλώττας καθώπλισαν. Καὶ τὰ μὲν σπο ράδην ἐκείνοις συγγεγραμμένα κατὰ τάξιν συνθήσω· τὰ δὲ διὰ πλάτους εἰρημένα, συντόμως ἐρῶ. Οὐ γὰρ ἀντιλέγειν αὐταῖς ἐπὶ τοῦ παρόντος ἀνεδεξάμην· πρὸς γὰρ δὴ τὰς ἔτι καὶ νῦν συνεστώσας ἐγγράφως ἤδη παρεταξάμην· ἀλλ' ἐπιδεῖξαι τὴν τῶν μύθων αὐτῶν ἐπετάχθην διαφοράν. Ὄνομα δὲ, τῇ μὲν συν αγωγῇ τῶν μυσαρῶν αἱρέσεων, Αἱρετικῆς κακομυ θίας Ἐπιτομή· τῇ δὲ τῆς ἀληθείας διδασκαλίᾳ, Θείων δογμάτων Ἐπιτομή· τούτων δὲ κἀκείνων κοινὸν, Ψεύδους καὶ ἀληθείας διάγνωσις. Παρακαλῶ δὲ τοὺς ἐντευξομένους, ἕκαστον τῶν αἱρετικῶν δογμάτων τῇ τῆς ἀληθείας παρεξετάσαι διδασκαλίᾳ· τούτου γὰρ δὴ χάριν καὶ τὸ πέμπτον βιβλίον συν έγραψα. Ὄψεται γὰρ ταύτην μὲν τοῖς τοῦ θείου Πνεύματος ἑπομένην λογίοις, ἐκεῖνα δὲ παμπονήρου διανοίας εὑρέματα. Ὁ δὲ ἐν ἀλλοτρίοις πόνοις ἐναρ γῶς εὑρίσκων τῆς ἀληθείας τὸ κράτος, εὐχαῖς ἀμει βέσθω, καὶ τὸν πεπονηκότα, καὶ τὸν τὴν συγγραφὴν ᾐτηκότα· ὅτι χλανίδι καὶ ζώνῃ κεχρημένος, καὶ στρατηγίαν πεπιστευμένος, καὶ βασιλείοις προσ εδρεύειν διὰ ταύτην ἠναγκασμένος, πάντων ὁμοῦ προτιμᾷ τῶν θείων τὴν γνῶσιν, καὶ τῆς ἀληθείας τὴν μάθησιν, καὶ μετὰ τοῦ προφήτου βοᾷ· "Ὡς ἠγά πησα τὸν νόμον σου, Κύριε! ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Πρόλογος. αʹ Περὶ Σίμωνος τοῦ Μάγου. 83.341 βʹ Περὶ Μενάνδρου. γʹ Περὶ Σατορνίλου. δʹ Περὶ Βασιλίδου καὶ Ἰσιδώρου. εʹ Περὶ Καρποκράτους καὶ Ἐπιφάνους. ϛʹ Περὶ Προδίκου. ζʹ Περὶ Βαλεντίνου. ηʹ Περὶ Σεκούνδου καὶ τῶν ἄλλων. θʹ Περὶ Μάρκου τοῦ γόητος. ιʹ Περὶ τῶν Ἀσκοδρυτῶν, ἢ Ἀσκοδρου πιτῶν. ιαʹ Περὶ τῶν Ἀρχοντικῶν. ιβʹ Περὶ Κολορβασίων. ιγʹ Περὶ Βαρβηλιωτῶν, ἤγουν Βορβοριανῶν. ιδʹ Περὶ Σηθιανῶν, ἢ Ὀφιανῶν, ἢ Ὀφιτῶν. ιεʹ Περὶ Καϊνῶν. ιϛʹ Περὶ Ἀντιτακτῶν. ιζʹ Περὶ Περατῶν. ιηʹ Περὶ Μονοΐμου. ιθʹ Περὶ Ἑρμογένους. κʹ Περὶ Τατιανοῦ, καὶ τῶν Ὑδροπαραστα τῶν, ἢ Ἐγκρατιτῶν. καʹ Περὶ Σευήρου. κβʹ Περὶ Βαρδισάνου καὶ Ἁρμονίου. κγʹ Περὶ Φλωρίνου, καὶ Βλάστου. κδʹ Περὶ Κέρδωνος καὶ Μαρκίωνος. κεʹ Περὶ Ἀπελλοῦ, Ποτίτου, Πρέπονος, καὶ τῶν ἄλλων. κϛʹ Περὶ Μάνεντος. ΠΡΟΛΟΓΟΣ. Ὁ μὲν πάνσοφος τῶν ὅλων Θεὸς ἀνδράσιν ὀλίγοις, καὶ τούτοις ἁλιεῦσι καὶ τελώναις, καὶ ἑνὶ σκηνοῤ ῥάφῳ, τὴν τῆς κεχερσωμένης οἰκουμένης ἐν εχείρισε γεωργίαν. Ὁ δὲ παμπόνηρος δαίμων, ὁ τῶν ἀνθρώπων ἀλάστωρ, τούτους ἰδὼν τῆς πολυθέου πλάνης τὰς ἀκάνθας προῤῥίζους ἀνασπῶντας, καὶ ἑαυτὸν τῶν ὑπηκόων γυμνούμενον, μηχανοῤῥάφος ὣν καὶ πονηρίας τεχνίτης, ἑτέρας ἐξεῦρεν ἐπιβου λῶν ἐπινοίας. Ἐκλεξάμενος γὰρ ἀνθρώπους τῆς οἰ κείας ἐνεργείας ἀξίους, καὶ καθάπερ τι προσωπεῖον τὴν τῶν Χριστιανῶν ἐπίκλησιν αὐτοῖς ἐπιθεὶς, καὶ οἷόν τινι μέλιτι περιχρίσας τὸ στόμα τῆς κύλικος, τὸ δηλητήριον τοῦ ψεύδους τοῖς ἀνθρώποις προσενή νοχε φάρμακον. ∆ιψῶν δὲ τῶν ἀνθρώπων τὸν ὄλεθρον, οὐκ ἔμεινε κρατυνθῆναι τῶν ἀποστόλων τὸ κήρυγμα, καὶ τότε τὴν ἐξαπάτην